[4] πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρπάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λούσοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολιτῶν πόλει σπεύδοντες μετὰ τῶν Ἰλλυριῶν ἀνάστατον αὐτὴν ποιῆσαι,