[3] ἐν ᾧ καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας.