[5] ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατ᾽ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι τῇ πόλει.