[9] διδάσκων ὡς εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι, καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας.