[2] τούτου δ᾽ ἐστὶν αἴτιον διότι πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας οὐδ᾽ ἐκ τῶν ἰδίων ἀποφάσεων, ἀλλ᾽ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυπραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν: