previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέμενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πολιτείας ἀπολογισμόν: [2] ἐμοὶ δ᾽ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγκαίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι, [3] μάλιστα δ᾽ ἐν τῇ καταβολῇ καὶ προεκθέσει τῆς ἱστορίας, ἐν τοῦτο κάλλιστον ἔφαμεν, ἅμα δ᾽ ὠφελιμώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ πραγματείᾳ τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδ᾽ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, πρότερον οὐχ εὑρίσκεται γεγονός. [4] κεκριμένου δὲ τούτου καιρὸν οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγεσθαι μελλόντων ὑπὲρ τῆς πολιτείας τοῦ νῦν ἐνεστῶτος. [5] καθάπερ γὰρ οἱ κατ᾽ ἰδίαν ὑπὲρ τῶν φαύλων τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθωνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλ᾽ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων, [6] μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν. [7] διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν μείζονα λάβοι μεταβολὴν τῶν καθ᾽ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν: γνοίη δ᾽ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. ζήτει ἐν τῷ περὶ στρατηγίας. [Exc. Vat. p. 369 Mai. 24, 4 Heys.] [8]

ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς φιλομαθοῦσι τοῦτ᾽ ἔστιν τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις. [9] μεγίστην δ᾽ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύστασιν: [10] ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβάνειν. [Exc. Vat. p. 370 M. 24, 30 H.] [11]

τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδ᾽ ἀπολογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν. [Cod. Urbin. margo fol. 61]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EVOCA´TI
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
    • A Dictionary of Greek and Roman Antiquities (1890), JUSJURANDUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: