previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1226β] περὶ ἧς ἂν σκοπῶσιν, εἰς ἄπειρον ἥξουσιν. ἐπειδὴ οὖν οὔτε δόξα οὔτε βούλησίς ἐστι προαίρεσίς ἐστιν ὡς ἑκάτερον, οὐδ᾽ ἄμφωἐξαίφνης γὰρ προαιρεῖται μὲν οὐθείς, δοκεῖ δὲ πράττειν καὶ βούλονται): ὡς ἐξ ἀμφοῖν ἄρα. [5] ἄμφω γὰρ ὑπάρχει τῷ προαιρουμένῳ ταῦτα. ἀλλὰ πῶς ἐκ τούτων σκεπτέον; δηλοῖ δέ πως καὶ τὸ ὄνομα αὐτό. γὰρ προαίρεσις αἵρεσις μὲν ἐστίν, οὐχ ἁπλῶς δέ, ἀλλ᾽ ἑτέρου πρὸ ἑτέρου: τοῦτο δὲ οὐχ οἷόν τε ἄνευ σκέψεως καὶ βουλῆς. διὸ ἐκ δόξης βουλευτικῆς ἐστιν προαίρεσις. [10]

περὶ μὲν δὴ τοῦ τέλους οὐδεὶς βουλεύεται, ἀλλὰ τοῦτο κεῖται πᾶσι, περὶ δὲ τῶν εἰς τοῦτο τεινόντων, πότερον τόδε τόδε συντείνει, δεδογμένου τοῦτο πῶς ἔσται. βουλευόμεθα δὲ τοῦτο πάντες, ἕως ἂν εἰς ἡμᾶς ἀναγάγωμεν τῆς γενέσεως τὴν ἀρχήν. εἰ δὴ προαιρεῖται μὲν μηθεὶς μὴ παρασκευασάμενος μηδὲ [15] βουλευσάμενος, εἰ χεῖρον βέλτιον, βουλεύεται δὲ ὅσα ἐφ᾽ ἡμῖν ἐστι τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τῶν πρὸς τὸ τέλος, δῆλον ὅτι προαίρεσις μέν ἐστιν ὄρεξις τῶν ἐφ᾽ αὑτῷ βουλευτική. ἅπαντες γὰρ βουλευόμεθα καὶ προαιρούμεθα, οὐ μέντοι γε βουλευόμεθα, πάντα προαιρούμεθα. λέγω δὲ βουλευτικήν, ἧς ἀρχὴ [20] καὶ αἰτία βούλευσίς ἐστι, καὶ ὀρέγεται διὰ τὸ βουλεύσασθαι. διὸ οὔτε ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶν προαίρεσις, οὔτε ἐν πάσῃ ἡλικίᾳ, οὔτε πάντως ἔχοντος ἀνθρώπου. οὐδὲ γὰρ τὸ βουλεύσασθαι, οὐδ᾽ ὑπόληψις τοῦ διὰ τί: ἀλλὰ δοξάσαι μὲν εἰ ποιητέον μὴ ποιητέον οὐθὲν κωλύει πολλοῖς ὑπάρχειν, τὸ [25] δὲ διὰ λογισμοῦ οὐκέτι. ἔστι γὰρ βουλευτικὸν τῆς ψυχῆς τὸ θεωρητικὸν αἰτίας τινός. γὰρ οὗ ἕνεκα μία τῶν αἰτιῶν ἐστίν: τὸ μὲν γὰρ διὰ τί αἰτία: οὗ δ᾽ ἕνεκά ἐστιν γίγνεταί τι, τοῦτ᾽ αἴτιόν φαμεν εἶναι, οἷον τοῦ βαδίζειν κομιδὴ τῶν χρημάτων, εἰ τούτου ἕνεκα βαδίζει. διὸ οἷς μηθεὶς κεῖται [30] σκοπός, οὐ βουλευτικοί. ὥστ᾽ ἐπεὶ τὸ μὲν ἐφ᾽ αὑτῷ ὂν πράττειν μὴ πράττειν, ἐάν τις πράττῃ ἀπρακτῇ δι᾽ αὑτὸν καὶ μὴ δι᾽ ἄγνοιαν, ἑκὼν πράττει ἀπρακτεῖ, πολλὰ δὲ τῶν τοιούτων πράττομεν οὐ βουλευσάμενοι οὐδὲ προνοήσαντες, ἀνάγκη τὸ μὲν προαιρετὸν ἅπαν ἑκούσιον εἶναι, τὸ δ᾽ ἑκούσιον [35] μὴ προαιρετόν, καὶ τὰ μὲν κατὰ προαίρεσιν πάντα ἑκούσια εἶναι, τὰ δ᾽ ἀκούσια μὴ πάντα κατὰ προαίρεσιν. ἅμα δ᾽ ἐκ τούτων φανερὸν καὶ ὅτι καλῶς διορίζονται οἳ τῶν παθημάτων τὰ μὲν ἑκούσια τὰ δ᾽ ἀκούσια τὰ δ᾽ ἐκ προνοίας νομοθετοῦσιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: