previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1248α] ἀλλὰ μὴν ἐνταῦθα εὐτυχία καὶ τύχη διττή, κἀκεῖ αὐτή, πλείους αἱ εὐτυχίαι. ἐπεὶ δ᾽ ὁρῶμεν παρὰ πάσας τὰς ἐπιστήμας καὶ τοὺς λογισμοὺς τοὺς ὀρθοὺς εὐτυχοῦντας τινάς, δῆλον ὅτι ἕτερον ἄν τι εἴη τὸ αἴτιον τῆς [5] εὐτυχίας. ἐκείνη δὲ πότερον εὐτυχία οὐκ ἔστιν, ἐπεθύμησεν ὧν ἔδει καὶ ὅτε ἔδει το λογισμὸς ἀνθρώπινος οὐκ ἂν τούτου εἴη. οὐ γὰρ δὴ πάμπαν ἀλόγιστον τοῦτο, οὐδὲ φυσική ἐστιν ἐπιθυμία, ἀλλὰ διαφθείρεται ὑπὸ τινός. εὐτυχεῖν μὲν οὖν δοκεῖ, ὅτι τύχη τῶν παρὰ λόγον αἰτία, [10] τοῦτο δὲ παρὰ λόγονπαρὰ γὰρ τὴν ἐπιστήμην καὶ τὸ καθόλου): ἀλλ᾽, ὡς ἔοικεν, οὐκ ἀπὸ τύχης, ἀλλὰ δοκεῖ διὰ τοῦτο. ὥσθ᾽ οὗτος μὲν λόγος οὐ δείκνυσιν ὅτι φύσει εὐτυχεῖν, ἀλλ᾽ ὅτι οὐ πάντες οἱ δοκοῦντες εὐτυχεῖν διὰ τύχην κατορθοῦσιν, ἀλλὰ διὰ φύσιν: οὐδ᾽ ὅτι οὐδέν ἐστι τύχη αἰτία [15] οὐθενὸς δείκνυσιν, ἀλλ᾽ οὐ τῶν πάντων ὧν δοκεῖ. τοῦτο μέντ᾽ ἂν ἀπορήσειέ τις, ἆρ᾽ αὐτοῦ τούτου τύχη αἰτία, τοῦ ἐπιθυμῆσαι οὗ δεῖ καὶ ὅτε δεῖ. οὕτως γε πάντων ἔσται; καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι: οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτ᾽ ἐβουλεύσατο, ἀλλ᾽ ἔστιν ἀρχή τις, [20] οὐδ᾽ ἐνόησε νοήσας πρότερον νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα τοῦ νοῆσαι νοῦς ἀρχή, οὐδὲ τοῦ βουλεύσασθαι βουλή. τί οὖν ἄλλο πλὴν τύχη; ὥστ᾽ ἀπὸ τύχης ἅπαντα ἔσται. ἔστι τις ἀρχὴ ἧς οὐκ ἔστιν ἄλλη ἔξω, αὕτη δὲ διὰ τί τοιαύτη τῷ εἶναι τὸ τοιοῦτο δύναται ποιεῖν; τὸ δὲ [25] ζητούμενον τοῦτ᾽ ἐστί, τίς τῆς κινήσεως ἀρχὴ ἐν τῇ ψυχῇ. δῆλον δὴ ὥσπερ ἐν τῷ ὅλῳ θεός, καὶ κἀν ἐκείνῳ. κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον: λόγου δ᾽ ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον: τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός; γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον: καὶ διὰ τοῦτο, [30] οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς. ἔχουσι γὰρ ἀρχὴν τοιαύτην κρείττων τοῦ νοῦ καὶ τῆς βουλεύσεωςοἳ δὲ τὸν λόγον: τοῦτο δ᾽ οὐκ ἔχουσικαὶ ἐνθουσιασμόν, τοῦτο δ᾽ οὐ δύνανται. ἄλογοι γὰρ ὄντες ἐπιτυγχάνουσι: καὶ [35] τούτων φρονίμων καὶ σοφῶν ταχεῖαν εἶναι τὴν μαντικήν, καὶ μόνον οὐ τὴν ἀπὸ τοῦ λόγου δεῖ ἀπολαβεῖν, ἀλλ᾽ οἳ μὲν δι᾽ ἐμπειρίαν, οἳ δὲ διὰ συνήθειάν τε ἐν τῷ σκοπεῖν χρῆσθαι: τῷ θεῷ δὲ αὗται. τοῦτο καὶ εὖ ὁρᾷ καὶ τὸ μέλλον καὶ τὸ ὄν, καὶ ὧν ἀπολύεται λόγος οὗτος. διὸ οἱ [40] μελαγχολικοὶ καὶ εὐθυόνειροι. ἔοικε γὰρ ἀρχὴ ἀπολυομένου τοῦ λόγου ἰσχύειν μᾶλλον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: