previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12.

κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους: ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν Ἀρκάδων, καὶ διὰ τοῦθ᾽ οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων: τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν. [2] διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι. διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: