previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

μὲν οὖν Ἀλκιβιάδης ὑποπτεύσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπηλλάττετο. πέμπτῃ δὲ ἡμέρᾳ τῶν Ἀθηναίων ποιησαμένων τὸν ἐπίπλουν καὶ πάλιν ἀπερχομένων, ὥσπερ εἰώθεσαν, ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς, Λύσανδρος ἐκπέμπων τὰς κατασκόπους ναῦς ἐκέλευσε τοὺς τριηράρχους, ὅταν ἴδωσι τοὺς Ἀθηναίους ἐκβεβηκότας, ἐλαύνειν ἀποστρέψαντας ὀπίσω τάχει παντί, καὶ γενομένους κατὰ μέσον τὸν πόρον ἀσπίδα χαλκῆν ἐπάρασθαι πρῴραθεν ἐπίπλου σύμβολον. [2] αὐτὸς δὲ τοὺς κυβερνήτας καὶ τριηράρχους ἐπιπλέων ἀνεκαλεῖτο καὶ παρώρμα συνέχειν ἕκαστον ἐν τάξει τὸ πλήρωμα καὶ τοὺς ναύτας καὶ τοὺς ἐπιβάτας, ὅταν δὲ σημανθῇ, μετὰ προθυμίας καὶ ῥώμης ἐλαύνειν ἐπὶ τοὺς πολεμίους. ὡς δὲ τε ἀσπὶς ἀπὸ τῶν νεῶν ἤρθη καὶ τῇ σάλπιγγι τὴν ἀναγωγὴν ἐσήμαινεν ἀπὸ τῆς ναυαρχίδος, ἐπέπλεον μὲν αἱ νῆες, ἡμιλλῶντο δὲ οἱ πεζοὶ παρὰ τὸν αἰγιαλὸν ἐπὶ τὴν ἄκραν. [3] τὸ δὲ μεταξὺ τῶν ἠπείρων διάστημα ταύτῃ πεντεκαίδεκα σταδίων ἐστί, καὶ ταχέως ὑπὸ σπουδῆς καὶ προθυμίας τῶν ἐλαυνόντων συνῄρητο. Κόνων δὲ πρῶτος τῶν Ἀθηναίων στρατηγὸς ἀπὸ τῆς γῆς ἰδὼν ἐπιπλέοντα τὸν στόλον ἐξαίφνης ἀνεβόησεν ἐμβαίνειν, καὶ περιπαθῶν τῷ κακῷ τοὺς μὲν ἐκάλει, τῶν δὲ ἐδεῖτο, τοὺς δὲ ἠνάγκαζε πληροῦν τὰς τριήρεις. [4] ἦν δὲ οὐδὲν ἔργον αὐτοῦ τῆς σπουδῆς ἐσκεδασμένων τῶν ἀνθρώπων. ὡς γὰρ ἐξέβησαν, εὐθύς, ἅτε μηδὲν προσδοκῶντες, ἠγόραζον, ἐπλανῶντο περὶ τὴν χώραν, ἐκάθευδον ὑπὸ ταῖς σκηναῖς, ἠριστοποιοῦντο, πορρωτάτω τοῦ μέλλοντος ἀπειρίᾳ τῶν ἡγουμένων ὄντες. [5] ἤδη δὲ κραυγῇ καὶ ῥοθίῳ προσφερομένων τῶν πολεμίων μὲν Κόνων ὀκτὼ ναυσὶν ὑπεξέπλευσε καὶ διαφυγὼν ἀπεπέρασεν εἰς Κύπρον πρὸς Εὐαγόραν, ταῖς δὲ ἄλλαις ἐπιπεσόντες οἱ Πελοποννήσιοι τὰς μὲν κενὰς παντάπασιν ᾕρουν, τὰς δ᾽ ἔτι πληρουμένας ἔκοπτον. οἱ δὲ ἄνθρωποι πρός τε ταῖς ναυσὶν ἀπέθνησκον ἄνοπλοι καὶ σποράδες ἐπιβοηθοῦντες, ἔν τε τῇ γῇ φεύγοντες ἀποβάντων τῶν πολεμίων ἐκτείνοντο. [6] λαμβάνει δὲ Λύσανδρος τρισχιλίους ἄνδρας αἰχμαλώτους μετὰ τῶν στρατηγῶν, ἅπαν δὲ τὸ ναύσταθμον ἄνευ τῆς Παράλου καὶ τῶν μετὰ Κόνωνος ἐκφυγουσῶν. ἀναδησάμενος δὲ τὰς ναῦς καὶ διαπορθήσας τὸ στρατόπεδον μετὰ αὐλοῦ καὶ παιάνων ἀνέπλευσεν εἰς Λάμψακον, ἔργον ἐλαχίστῳ πόνῳ μέγιστον ἐξειργασμένος, καὶ συνῃρηκὼς ὥρᾳ μιᾷ χρόνου μήκιστον καὶ ποικιλώτατον πάθεσί τε καὶ τύχαις ἀπιστότατον τῶν πρὸ αὐτοῦ πολέμων, [7] ὃς μυρίας μορφὰς ἀγώνων καὶ πραγμάτων μεταβολὰς ἀμείψας, καὶ στρατηγοὺς ὅσους οὐδὲ οἱ σύμπαντες οἱ πρὸ αὐτοῦ τῆς Ἑλλάδος ἀναλώσας, ἑνὸς ἀνδρὸς εὐβουλία καὶ δεινότητι συνῄρητο: διὸ καὶ θεῖόν τινες ἡγήσαντο τοῦτο τὸ ἔργον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: