previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

δὲ τούτους τε τῷ Καλλικρατίδᾳ δυσμενεστέρους ἐποίει ἔτι μᾶλλον, καὶ τῶν ὑπὸ Κύρου χρημάτων αὐτῷ δεδομένων εἰς τὸ ναυτικὸν τὰ περιόντα πάλιν εἰς Σάρδεις ἀνέπεμψεν, αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας. [2] τέλος δὲ ἀποπλέων ἐμαρτύρατο πρὸς αὐτὸν ὅτι θαλασσοκρατοῦν τὸ ναυτικὸν παραδίδωσιν. δὲ βουλόμενος ἐλέγξαι τὴν φιλοτιμίαν ἀλαζονικὴν καὶ κενὴν οὖσαν, ‘οὐκοῦν,’ ἔφη, ‘λαβὼν ἐν ἀριστερᾷ Σάμον καὶ περιπλεύσας εἰς Μίλητον ἐκεῖ μοι παράδος τὰς τριήρεις: δεδιέναι γὰρ οὐ χρὴ παραπλέοντας ἡμᾶς τοὺς ἐν Σάμῳ πολεμίους, εἰ θαλασσοκρατοῦμεν.’ [3] πρὸς ταῦτα εἰπὼν Λύσανδρος ὅτι οὐκ αὐτός, ἀλλ᾽ ἐκεῖνος ἄρχοι τῶν νεῶν, ἀπέπλευσεν εἰς Πελοπόννησον, ἐν πολλῇ τὸν Καλλικρατίδαν ἀπορία καταλιπών. οὔτε γὰρ οἴκοθεν ἀφῖκτο χρήματα κομίζων, οὔτε τὰς πόλεις ἀργυρολογεῖν καὶ βιάζεσθαι μοχθηρὰ πραττούσας ὑπέμεινε. [4] λοιπὸν οὖν ἦν ἐπὶ θύρας ἰόντα τῶν βασιλέως στρατηγῶν, ὥσπερ Λύσανδρος, αἰτεῖν: πρὸς πάντων ἀφυέστατος ἐτύγχανεν, ἀνὴρ ἐλευθέριος καὶ μεγαλόφρων, καὶ πᾶσαν ὑφ᾽ Ἑλλήνων ἧτταν Ἕλλησιν ἡγούμενος εὐπρεπεστέραν εἶναι τοῦ κολακεύειν καὶ φοιτᾶν ἐπὶ θύρας ἀνθρώπων βαρβάρων, πολὺ χρυσίον, ἄλλο δ᾽ οὐδὲν καλὸν ἐχόντων.

ἐκβιαζόμενος δὲ ὑπὸ τῆς ἀπορίας, [5]

ἀναβὰς εἰς Λυδίαν εὐθὺς ἐπορεύετο εἰς τὴν οἰκίαν τοῦ Κύρου, καὶ φράζειν προσέταξεν ὅτι Καλλικρατίδας ναύαρχος ἥκει διαλεχθῆναι βουλόμενος αὐτῷ. τῶν δ᾽ ἐπὶ θύραις τινὸς εἰπόντος, ‘ἀλλ᾽ οὐ σχολὴ νῦν, ξένε, Κύρῳ: πίνει γάρ,’ ἀφελέστατά πως Καλλικρατίδας, ‘οὐδέν,’ ἔφη, ‘δεινόν: αὐτοῦ γὰρ ἑστὼς ἀναμενῶ, μέχρι πίῃ.’ [6] τότε μὲν οὖν δόξας ἀγροῖκός τις εἶναι καὶ καταγελασθεὶς ὑπὸ τῶν βαρβάρων ἀπῆλθεν: ἐπεὶ δὲ καὶ δεύτερον ἐλθὼν ἐπὶ θύρας οὐ παρείθη, βαρέως ἐνεγκὼν εἰς Ἔφεσον ᾤχετο, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον, [7] ὀμνύων δὲ πρὸς τοὺς παρόντας μήν, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσειν ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας, ὡς φοβεροὶ τοῖς βαρβάροις εἶεν αὐτοὶ καὶ παύσαιντο τῆς ἐκείνων ἐπ᾽ ἀλλήλους δεόμενοι δυνάμεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: