previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27.

ἐτελεύτησε δὲ πρὶν ἐξ Ἀσίας ἐπανελθεῖν τὸν Ἀγησίλαον, ἐμπεσὼν εἰς τὸν Βοιωτικὸν πόλεμον, μᾶλλον ἐμβαλὼν τὴν Ἑλλάδα. λέγεται γὰρ ἀμφοτέρως: καὶ τὴν αἰτίαν οἱ μέν τινες ἐκείνου ποιοῦσιν, οἱ δὲ Θηβαίων, οἱ δὲ κοινήν, Θηβαίοις μὲν ἐγκαλοῦντες τὴν ἐν Αὐλίδι τῶν ἱερῶν διάρριψιν καὶ ὅτι τῶν περὶ Ἀνδροκλείδην καὶ Ἀμφίθεον χρήμασι βασιλικοῖς διαφθαρέντων ἐπὶ τῷ Λακεδαιμονίοις Ἑλληνικὸν περιστῆσαι πόλεμον ἐπέθεντο Φωκεῦσι καὶ τὴν χώραν αὐτῶν ἐπόρθησαν, [2] Λύσανδρον δέ φασιν ὀργῇ φέρειν ὅτι τῆς δεκάτης ἀντεποιήσαντο τοῦ πολέμου Θηβαῖοι μόνοι, τῶν ἄλλων συμμάχων ἡσυχαζόντων, καὶ περὶ χρημάτων ἠγανάκτησαν Λύσανδρος εἰς Σπάρτην ἀπέστειλε, μάλιστα δὲ ἐπὶ τῷ παρασχεῖν ἀρχὴν Ἀθηναίοις ἐλευθερώσεως ἀπὸ τῶν τριάκοντα τυράννων, οὓς Λύσανδρος μὲν κατέστησε, Λακεδαιμόνιοι δὲ δύναμιν καὶ φόβον αὐτοῖς προστιθέντες ἐψηφίσαντο τοὺς φεύγοντας ἐξ Ἀθηνῶν ἀγωγίμους εἶναι πανταχόθεν, ἐκσπόνδους δὲ τοὺς ἐνισταμένους τοῖς ἄγουσι. [3] πρὸς ταῦτα γὰρ ἀντεψηφίσαντο Θηβαῖοι ψηφίσματα πρέποντα καὶ ἀδελφὰ ταῖς Ἡρακλέους καὶ Διονύσου πράξεσιν, οἰκίαν μὲν ἀνεῷχθαι πᾶσαν καὶ πόλιν ἐν Βοιωτίᾳ τοῖς δεομένοις Ἀθηναίων, τὸν δὲ τῷ ἀγομένῳ φυγάδι μὴ βοηθήσαντα ζημίαν ὀφείλειν τάλαντον, ἂν δέ τις Ἀθήναζε διὰ τῆς Βοιωτίας ἐπὶ τοὺς τυράννους ὅπλα κομίζῃ, μήτε ὁρᾶν τινα Θηβαῖον μήτε ἀκούειν. [4] καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον, ἀλλὰ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ Φυλὴν καταλαβόντες ἐκ Θηβῶν ὡρμήθησαν, ὅπλα καὶ χρήματα καὶ τὸ λαθεῖν καὶ τὸ ἄρξασθαι Θηβαίων αὐτοῖς συμπαρασκευασάντων. αἰτίας μὲν οὖν ταύτας ἔλαβε κατὰ τῶν Θηβαίων Λύσανδρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: