previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9.

δ᾽ οὖν Κῦρος εἰς Σάρδεις μεταπεμψάμενος τὸν Λύσανδρον, τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο, νεανιευσάμενος εἰς τὴν ἐκείνου χάριν καὶ εἰ μηδὲν πατὴρ διδῴη καταχορηγήσειν τὰ οἰκεῖα: κἂν ἐπιλίπῃ πάντα, κατακόψειν ἔφη τὸν θρόνον ἐφ᾽ καθήμενος ἐχρημάτιζε, χρυσοῦν καὶ ἀργυροῦν ὄντα. [2] τέγος δὲ εἰς Μηδίαν ἀναβαίνων πρὸς τὸν πατέρα, τούς τε φόρους ἀπέδειξε τῶν πόλεων λαμβάνειν ἐκεῖνον, καὶ τὴν αὑτοῦ διεπίστευσεν ἀρχήν: ἀσπασάμενος δὲ καὶ δεηθεὶς μὴ ναυμαχεῖν Ἀθηναίοις, πρὶν αὐτὸν ἀφικέσθαι πάλιν, ἀφίξεσθαι δὲ ναῦς ἔχοντα πολλὰς ἔκ τε Φοινίκης καὶ Κιλικίας, ἀνέβαινεν ὡς βασιλέα.

Λύσανδρος δὲ μήτε ναυμαχεῖν ἀγχωμάλῳ πλήθει δυνάμενος μήτε ἀργὸς καθέζεσθαι μετὰ νεῶν τοσούτων, ἀναχθεὶς ἐνίας προσηγάγετο τῶν νήσων, Αἴγινάν τε καὶ Σαλαμῖνα προσμίξας κατέδραμεν. [3] εἰς δὲ τὴν Ἀττικὴν ἀποβὰς καὶ τὸν Ἆγιν ἀσπασάμενος, κατέβη γὰρ αὐτὸς ἐκ Δεκελείας πρὸς αὐτόν, ἐπέδειξε τῷ πεζῷ παρόντι τὴν τοῦ ναυτικοῦ ῥώμην, ὡς πλέων βούλοιτο, κρατῶν τῆς θαλάττης. οὐ μὴν ἀλλὰ τοὺς Ἀθηναίους αἰσθόμενος διώκοντας αὐτὸν ἄλλῳ δρόμῳ διὰ νήσων ἔφευγεν εἰς τὴν Ἀσίαν. [4]

καὶ τὸν Ἑλλήσποντον ἔρημον καταλαβὼν ἐπεχείρει Λαμψακηνοῖς αὐτὸς ἐκ θαλάττης ταῖς ναυσί, Θώραξ δὲ τῷ πεζῷ στρατῷ συνανύσας εἰς τὸ αὐτὸ προσέβαλε τοῖς τείχεσιν. ἑλὼν δὲ τὴν πόλιν κατὰ κράτος διαρπάσαι τοῖς στρατιώταις ἔδωκεν. δὲ τῶν Ἀθηναίων στόλος ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένος εἰς Ἐλαιοῦντα τῆς Χερρονήσου, πυνθανόμενοι δὲ ἀπολωλέναι τὴν Λάμψακον εὐθὺς εἰς Σηστὸν καταίρουσι. [5] κἀκεῖθεν ἐπισιτισάμενοι παρέπλευσαν εἰς Αἰγὸς ποταμούς, ἀντιπέρας τῶν πολεμίων ἔτι ναυλοχούντων περὶ τὴν Λάμψακον. ἐστρατήγουν δὲ τῶν Ἀθηναίων ἄλλοι τε πλείους καὶ Φιλοκλῆς πείσας ποτὲ ψηφίσασθαι τὸν δῆμον ἀποκόπτειν τὸν δεξιὸν ἀντίχειρα τῶν ἁλισκομένων κατὰ πόλεμον, ὅπως δόρυ μὲν φέρειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνωσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: