previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24.

ἐκ τούτου πρεσβευτὴς εἰς Ἑλλήσποντον ἐπέμπετο: καὶ τὸν μὲν Ἀγησίλαον δι᾽ ὀργῆς εἶχεν, οὐκ ἠμέλει δὲ τοῦ τὰ δέοντα πράττειν, Σπιθριδάτην δὲ τὸν Πέρσην προσκεκρουκότα Φαρναβάζῳ, γενναῖον ἄνδρα καὶ στρατιὰν ἔχοντα περὶ αὑτόν, ἀποστήσας ἤγαγε πρὸς τὸν Ἀγησίλαον. [2] ἄλλο δὲ οὐδὲν ἐχρήσατο αὐτῷ πρὸς τὸν πόλεμον, ἀλλὰ τοῦ χρόνου διελθόντος ἀπέπλευσεν εἰς τὴν Σπάρτην ἀτίμως, ὀργιζόμενος μὲν τῷ Ἀγησιλάῳ, μισῶν δὲ καὶ τὴν ὅλην πολιτείαν ἔτι μᾶλλον πρότερον, καὶ τὰ πάλαι δοκοῦντα συγκεῖσθαι καὶ μεμηχανῆσθαι πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ἐγνωκὼς ἐγχειρεῖν τότε καὶ μὴ διαμέλλειν. [3]

ἦν δὲ τοιάδε. τῶν ἀναμιχθέντων Δωριεῦσιν Ἡρακλειδῶν καὶ κατελθόντων εἰς Πελοπόννησον πολὺ μὲν ἐν Σπάρτῃ καὶ λαμπρὸν ἤνθησε γένος, οὐ παντὶ δὲ αὐτῶν τῆς βασιλικῆς μετῆν διαδοχῆς, ἀλλ᾽ ἐβασίλευον ἐκ δυεῖν οἴκων μόνον Εὐρυπωντίδαι καὶ Ἀγιάδαι προσαγορευόμενοι, τοῖς δὲ ἄλλοις οὐδὲν ἑτέρου πλέον ἔχειν ἐν τῇ πολιτείᾳ διὰ τὴν εὐγένειαν ὑπῆρχεν, αἱ δὲ ἀπ᾽ ἀρετῆς τιμαὶ πᾶσι προὔκειντο τοῖς δυναμένοις. [4] τούτων οὖν γεγονὼς Λύσανδρος, ὡς εἰς δόξαν τῶν πράξεων ἤρθη μεγάλην καὶ φίλους ἐκέκτητο πολλοὺς καὶ δύναμιν, ἤχθετο τὴν πόλιν ὁρῶν ὑπ᾽ αὐτοῦ μὲν αὐξανομένην, ὑφ᾽ ἑτέρων δὲ βασιλευομένην οὐδὲν βέλτιον αὐτοῦ γεγονότων, καὶ διενοεῖτο τὴν ἀρχὴν ἐκ τῶν δυεῖν οἴκων μεταστήσας εἰς κοινὸν ἀποδοῦναι πᾶσιν Ἡρακλείδαις, [5] ὡς δὲ ἔνιοί φασιν, οὐχ Ἡρακλείδαις, ἀλλὰ Σπαρτιάταις, ἵνα μὴ τῶν ἀφ᾽ Ἡρακλέους, ἀλλὰ τῶν οἷος Ἡρακλῆς τὸ γέρας, ἀρετῇ κρινομένων, κἀκεῖνον εἰς θεῶν τιμὰς ἀνήγαγεν. ἤλπιζε δὲ τῆς βασιλείας οὕτω δικαζομένης οὐδένα πρὸ αὑτοῦ Σπαρτιάτην ἂν αἱρεθήσεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: