Μένιππος
πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί
μοι τὰ ἐν ᾄδου πάντα.
Αἰακός
οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα: ὅσα μέντοι
κεφαλαιώδη, μάνθανε: οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν
οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν
λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας ἐσιών.
Μένιππος
οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν
βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς: τοὺς δὲ ἀνθρώπους μοι
τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν.
Αἰακός
οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς,
οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα
Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
Μένιππος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.