previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρῶτον μὲν τῇ πόλει μοῖραν οὐ μικρὰν προσέθηκεν τειχίσας τὸν λεγόμενον Ἀουεντῖνον: ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς ὀκτωκαίδεκά που σταδίων τὴν περίμετρον, ὃς τότε μὲν ὕλης παντοδαπῆς μεστὸς ἦν, πλείστης δὲ καὶ καλλίστης δάφνης, ἐφ᾽ ἧς Λαυρῆτον ὑπὸ Ῥωμαίων καλεῖται τόπος τις ἐπ᾽ αὐτοῦ: νῦν δὲ οἰκιῶν ἐστι πλήρης ἅπας, ἔνθα σὺν πολλοῖς ἄλλοις καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται, εἴργεται δὲ ἀφ᾽ ἑτέρου τῶν συμπεριεχομένων τῇ Ῥώμῃ λόφων τοῦ καλουμένου Παλλαντίου, περὶ ὃν πρώτη κατασκευασθεῖσα πόλις ἱδρύθη, βαθείᾳ καὶ στενῇ φάραγγι. ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐχώσθη πᾶς μεταξὺ τῶν λόφων αὐλών. [2] τοῦτον δὴ τὸν λόφον ἐπιτείχισμα κατὰ τῆς πόλεως ὁρῶν ἐσόμενον, εἴ [p. 358] τις αὐτῇ ἐπίοι στρατὸς τείχει καὶ τάφρῳ περιέλαβε καὶ τοὺς μεταχθέντας ἐκ Τελλήνης τε καὶ Πολιτωρίου καὶ τῶν ἄλλων πόλεων ὅσων ἐκράτησεν ἐν τούτῳ τῷ χωρίῳ καθίδρυσεν. ἓν μὲν δὴ τοῦτο τὸ πολίτευμα τοῦ βασιλέως παραδίδοται καλὸν ἅμα καὶ πραγματικόν, ἐξ οὗ μείζονά τε συνέβη γενέσθαι τὴν πόλιν ἑτέρας προσθέσει πόλεως καὶ πολλῇ χειρὶ πολεμίων ἐπιστρατευσάντων ἧττον εὔληπτον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: