Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τούτων δὲ
οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις
ἐπιχειρῶν τι ἀλλ̓ οὐ δεδιώς, τοῖς δὲ
πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ
τῆς αὑτῶν ἠρεμεῖν.
χ.
Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς
κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς
τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν
πόλιν.