Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἄλλος δὲ προετοιμάσας ἐν γυργάθῳ λεπτῷ ἐνέβαλεν
προσημμένου λίνου, καὶ ὕστερον ἀνέσπασεν.
ἐξῃρέθη δὲ καὶ ἀνακρουσθεῖσα ἡ βάλανος. ἔτι
δὲ καὶ θερμαστίῳ λεπτῷ ἐξῃρέθη: χρὴ δὲ τοῦ
θερμαστίου τὸ μὲν ἓν μέρος εἶναι οἷον σωλῆνα,
τὸ δὲ ἕτερον πλατύ, ὥστε τῷ μὲν σωληνοειδεῖ
ὑπολαμβάνειν τὴν βάλανον, τῷ δὲ ἐπιλαμβάνειν.