Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τοῖς μὲν οὖν ἐν τῇ πόλει ὑπεναντία θέλουσιν
τοῖς καθεστηκόσι προσφέρεσθαι ὡς προγέγραπται.
τὸ δὲ πλῆθος τῶν πολιτῶν εἰς ὁμόνοιαν τέως
μάλιστα χρὴ προάγειν, ἄλλοις τε ὑπαγόμενον
αὐτοὺς καὶ τοὺς χρεωφειλέτας κουφίζοντα τόκων
βραχύτητι ἢ ὅλως ἀφαιροῦντα, ἐν δὲ τοῖς λίαν
ἐπικινδύνοις καὶ τῶν ὀφειλημάτων τι μέρος, καὶ
πάντα ὅταν δέῃ, ὡς πολύ γε φοβερώτατοι ἔφεδροί
εἰσιν οἱ τοιοίδε ἄνθρωποι, τούς τε ἐν ἀπορίᾳ ὄντας
τῶν ἀναγκαίων εἰς εὐπορίαν καθιστάναι.