Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου
τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν
περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ
πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν: ἔπειτα
ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς
βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο.