Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Χῖοι δὲ ἄγοντες τὰ Διονύσια καὶ πέμποντες πομπὰς
λαμπρὰς πρὸς τοῦ Διονύσου τὸν βωμόν, προκαταλαμβάνουσι
[p. 92]
τὰς εἰς τὴν ἀγορὰν φερούσας ὁδοὺς
φυλακαῖς καὶ δυνάμεσι πολλαῖς, κώλυμα γοῦν οὐ
μικρὸν τοῖς βουλομένοις νεωτερίζειν.