previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κάσσιον δὲ Βροῦτος εἰς Σάρδεις ἐκάλει, καὶ προσιόντι μετὰ τῶν φίλων ἀπήντησε: καὶ πᾶς στρατὸς ὡπλισμένος αὐτοκράτορας ἀμφοτέρους προσηγόρευσεν. οἷα δ᾽ ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν, πρὶν ἕτερόν τι ποιεῖν, εὐθὺς ἐκ πορείας καθ᾽ αὐτούς ἐν οἰκήματι γενόμενοι κεκλεισμένων τῶν θυρῶν καὶ μηδενὸς παρόντος, ἐχρῶντο μέμψεσι πρῶτον, εἶτ᾽ ἐλέγχοις καὶ κατηγορίαις. [2] ἐκ δὲ τούτου πρὸς δάκρυα καὶ παρρησίαν μετὰ πάθους ἐκφερομένων, θαυμάζοντες οἱ φίλοι τὴν τραχύτητα τῆς ὀργῆς καὶ τὸν τόνον, ἔδεισαν μή τι ἐκ τούτου γένηται: προσελθεῖν δὲ ἀπείρητο. Μᾶρκος δὲ Φαώνιος, ἐραστὴς γεγονὼς Κάτωνος, οὐ λόγῳ [p. 202] μᾶλλον φορᾷ τινι καὶ πάθει μανικῷ φιλοσοφῶν, ἐβάδιζεν εἴσω πρὸς αὐτούς κωλυόμενος ὑπὸ τῶν οἰκετῶν. [3] ἀλλ᾽ ἔργον ἦν ἐπιλαβέσθαι Φαωνίου πρὸς ὁτιοῦν ὀρούσαντος: σφοδρὸς γὰρ ἦν ἐν πᾶσι καὶ πρόχειρος, ἐπεὶ τό γε βουλευτὴν εἶναι Ῥωμαίων ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο, τῷ δὲ κυνικῷ τῆς παρρησίας πολλάκις ἀφῄρει τὴν χαλεπότητα, καὶ τὸ ἄκαιρον αὐτοῦ μετὰ παιδιᾶς δεχομένων, βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν
ἀλλὰ πίθεσθ᾽: ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο,
καὶ τὰ ἑξῆς. [4] ἐφ᾽ οἷς μὲν Κάσσιος ἐγέλασεν, δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν. καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος, ἤδη δὲ κατακειμένων Φαώνιος ἧκε λελουμένος: μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτόν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη: καὶ παιδιὰν πότος ἔσχεν οὐκ ἄχαριν οὐδ᾽ ἀφιλόσοφον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: