previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37.

τοιούτων δ᾽ ἐλαττωμάτων τοῖς Ἀθηναίοις εἰς ἕνα καιρὸν συνδραμόντων ἅπαντες καταλελύσθαι τὸν πόλεμον διειλήφεισαν: οὐκέτι γὰρ τοὺς Ἀθηναίους οὐδὲ τὸν ἐλάχιστον χρόνον οὐδεὶς ἤλπιζε τοιαῦτα ὑποστήσεσθαι. οὐ μὴν τὰ πράγματά γε τῇ τῶν πολλῶν ὑπολήψει τέλος ἔσχεν ἀκόλουθον, ἀλλ᾽ εἰς τοὐναντίον πάντα διὰ τὰς τῶν διαπολεμούντων ὑπεροχὰς μεταπεσεῖν συνέβη διὰ τοιαύτας αἰτίας. [2] Ἀλκιβιάδης φυγὰς ὢν ἐξ Ἀθηνῶν συνεπολέμησε χρόνον τινὰ τοῖς Λακεδαιμονίοις, καὶ μεγάλας ἐν τῷ πολέμῳ χρείας παρέσχετο: ἦν γὰρ καὶ λόγῳ δυνατώτατος καὶ τόλμῃ πολὺ προέχων τῶν πολιτῶν, ἔτι δ᾽ εὐγενείᾳ καὶ πλούτῳ πρῶτος Ἀθηναίων. [3] οὗτος οὖν ἐπιθυμῶν τῆς εἰς τὴν πατρίδα τυχεῖν καθόδου, πάντα ἐμηχανᾶτο πρὸς τὸ τοῖς Ἀθηναίοις πρᾶξαί τι τῶν χρησίμων, καὶ μάλιστ᾽ ἐν οἷς καιροῖς ἐδόκουν τοῖς ὅλοις ἐλαττοῦσθαι. [4] ἔχων οὖν φιλίαν πρὸς Φαρνάβαζον τὸν Δαρείου σατράπην, καὶ θεωρῶν αὐτὸν μέλλοντα τριακοσίας ναῦς ἀποστέλλειν τοῖς Λακεδαιμονίοις εἰς συμμαχίαν, ἔπεισεν ἀποστῆναι τῆς πράξεως: ἐδίδασκε γὰρ ὡς οὐ συμφέρει τῷ βασιλεῖ τοὺς Λακεδαιμονίους ποιεῖν ἄγαν ἰσχυρούς: οὐ γὰρ συνοίσειν Πέρσαις: κρεῖττον οὖν εἶναι περιορᾶν τοὺς διαπολεμοῦντας ἴσους ὄντας, ὅπως πρὸς ἀλλήλους ὡς πλεῖστον χρόνον διαφέρωνται. [5] ὅθεν Φαρνάβαζος διαλαβὼν εὖ λέγειν τὸν Ἀλκιβιάδην, πάλιν τὸν στόλον ἀπέστειλεν εἰς Φοινίκην. τότε μὲν οὖν τηλικαύτην τῶν Λακεδαιμονίων συμμαχίαν παρείλατο: μετὰ δέ τινα χρόνον τυχὼν τῆς καθόδου, καὶ δυνάμεως ἡγησάμενος, πολλαῖς μὲν μάχαις ἐνίκησε Λακεδαιμονίους, καὶ τελέως τὰ τῶν Ἀθηναίων πράγματα πεσόντα πάλιν ἤγειρεν. [6] ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀκριβέστερον ἐροῦμεν, ἵνα μὴ παρὰ φύσιν προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: