previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Ναυσινίκου Ῥωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον. ἐπὶ δὲ τούτων κληθεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας. τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων Ἀθηναίων κατῆλθον εἰς τὴν πατρίδα νυκτός. [2] καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους καταλαβόντες: ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους. ταχὺ δὲ τοῦ πλήθους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμ᾽ ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν. [3] οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δ᾽ ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνῄρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον. [4] οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν Ἀθηναίων καθ᾽ ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώθησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηθῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: