previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας. οἰκίσας δὲ τὸν ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνας κατ᾽ αὐτὸν πλείω χρόνον ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον. ταχὺ δὲ τῆς πόλεως ἐπίδοσιν λαμβανούσης οἱ μὲν οἰκήτορες μεγάλους περιεποιήσαντο πλούτους, δὲ πόλις ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθ᾽ ἡμᾶς βίῳ Καίσαρος ἀναστήσαντος τοὺς Ταυρομενίτας ἐκ τῆς πατρίδος τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο. [2]

ἅμα δὲ τούτοις πραττομένοις οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους καὶ τῶν μὲν τοὺς Βοιωτούς, τῶν δὲ τοὺς Ἀθηναίους ἐπικαλεσαμένων συνέστη πόλεμος κατὰ τὴν Εὔβοιαν. γενομένων δὲ πλειόνων συμπλοκῶν καὶ ἀκροβολισμῶν ὁτὲ μὲν οἱ Θηβαῖοι προετέρουν, ὁτὲ δ᾽ οἱ Ἀθηναῖοι τὴν νίκην ἀπεφέροντο. μεγάλη μὲν οὖν παράταξις οὐδεμία συνετελέσθη: τῆς δὲ νήσου διὰ τὸν ἐμφύλιον πόλεμον καταφθαρείσης καὶ πολλῶν ἀνθρώπων παρ᾽ ἀμφοτέρων διαφθαρέντων μόγις ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους.

οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον. [3] οἱ δ᾽ Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς πόλεμον τὸν ὀνομασθέντα συμμαχικόν, ὃς διέμεινεν ἔτη τρία. ἑλόμενοι δὲ στρατηγοὺς Χάρητα καὶ Χαβρίαν ἀπέστειλαν μετὰ δυνάμεως. οὗτοι δὲ πλεύσαντες ἐπὶ τὴν Χίον κατέλαβον παραγεγονότας συμμάχους τοῖς Χίοις παρὰ Βυζαντίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Μαυσώλου τοῦ Καρῶν δυνάστου. ἐκτάξαντες δὲ τὴν δύναμιν ἐπολιόρκουν τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. μὲν οὖν Χάρης τοῦ πεζοῦ στρατεύματος ἡγούμενος κατὰ γῆν προσῄει τοῖς τείχεσι καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως ἐκχυθέντας ἐπ᾽ αὐτὸν διηγωνίζετο: δὲ Χαβρίας προσπλεύσας τῷ λιμένι ναυμαχίαν καρτερὰν συνεστήσατο καὶ τῆς νεὼς τοῖς ἐμβόλοις ἀναρραγείσης κατεπονεῖτο. [4] οἱ μὲν οὖν ἐπὶ τῶν ἄλλων νεῶν εἴξαντες τῷ καιρῷ διεσώθησαν, δ᾽ ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον ἀγωνιζόμενος ὑπὲρ τῆς νεὼς καὶ τρωθεὶς ἐτελεύτησε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: