[2]
μανθάνω: ἄντανδρον σε τῷ Πλούτωνι
[p. 167]
παρέδωκεν ἀνθ᾽ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ᾽ ἐκείνου νεκρὸς εἶ.
Ἡρακλῆς
τοιοῦτό τι.
Διογένης
πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς ὢν οὐ διέγνω σε
μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα;
Ἡρακλῆς
ὅτι ἐῴκειν ἀκριβῶς.
Διογένης
ἀληθῆ λέγεις: ἀκριβῶς γάρ, ὥστε αὐτὸς
εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς,
τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.
Ἡρακλῆς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.