previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ἀλλ᾽ ἀπαγγελῶ ταῦτα, Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα, ὁποῖός τίς ἐστι τὴν ὄψιν.

Διογένης
γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς τῶν ῥακίων ποικίλον, γελᾷ δ᾽ ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει.

Πολυδεύκης
ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων.

Διογένης
βούλει καὶ πρὸς αὐτοὺς ἐκείνους ἐντείλωμαί τι τοὺς φιλοσόφους; [p. 137]

Πολυδεύκης
λέγε: οὐ βαρὺ γὰρ οὐδὲ τοῦτο.

Διογένης
τὸ μὲν ὅλον παύσασθαι αὐτοῖς παρεγγύα ληροῦσι καὶ περὶ τῶν ὅλων ἐρίζουσι καὶ κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι καὶ τὰ τοιαῦτα ἄπορα ἐρωτᾶν διδάσκουσι τὸν νοῦν.

Πολυδεύκης
ἀλλ᾽ ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι κατηγοροῦντα τῆς σοφίας αὐτῶν.

Διογένης
σὺ δὲ οἰμώζειν αὐτοῖς παρ᾽ ἐμοῦ λέγε.

Πολυδεύκης
καὶ ταῦτα, Διόγενες, ἀπαγγελῶ.

Διογένης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: