previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1221β] ἔστι δ᾽ ὑπερβάλλων ἐπὶ τῷ μὴ λυπεῖσθαι μηδ᾽ ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλ᾽ εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.— τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν [5] περίεργον διορίζειν: οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτ᾽ ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς. ἁπλῶς μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον, ἀκριβέστερον δ᾽, ὅταν περὶ τῶν ἕξεων λέγωμεν τῶν ἀντικειμένων. [10]

αὐτῶν δὲ τούτων τῶν παθημάτων εἴδη κατονομάζεται τῷ διαφέρειν κατὰ τὴν ὑπερβολὴν χρόνου τοῦ μᾶλλον πρός τι τῶν ποιούντων τὰ πάθη. λέγω δ᾽ οἷον ὀξύθυμος μὲν τῷ θᾶττον πάσχειν δεῖ, χαλεπὸς δὲ καὶ θυμώδης τῷ μᾶλλον, πικρὸς δὲ τῷ φυλακτικὸς εἶναι τῆς ὀργῆς, πλήκτης δὲ καὶ [15] λοιδορητικὸς ταῖς κολάσεσι ταῖς ἀπὸ τῆς ὀργῆς. ὀψοφάγοι δὲ καὶ γαστρίμαργοι καὶ οἰνόφλυγες τῷ πρὸς ὁποτέρας τροφῆς ἀπόλαυσιν ἔχειν τὴν δύναμιν παθητικὴν παρὰ τὸν λόγον.

οὐ δεῖ δὲ ἀγνοεῖν ὅτι ἔνια τῶν λεγομένων οὐκ ἔστιν ἐν τῷ πῶς λαμβάνειν, ἂν πῶς λαμβάνηται τῷ μᾶλλον πάσχειν. [20] οἷον μοιχὸς οὐ τῷ μᾶλλον δεῖ πρὸς τὰς γαμετὰς πλησιάζεινοὐ γὰρ ἐστίν), ἀλλὰ μοχθηρία τις αὐτὴ δὴ ἐστίν. συνειλημμένον γὰρ τό τε πάθος λέγεται καὶ τὸ τοιόνδε εἶναι. ὁμοίως δὲ καὶ ὕβρις. διὸ καὶ ἀμφισβητοῦσι, συγγενέσθαι μὲν φάσκοντες, ἀλλ᾽ οὐ μοιχεῦσαι: ἀγνοοῦντες γὰρ [25] ἀναγκαζόμενοι καὶ πατάξαι μέν, ἀλλ᾽ οὐχ᾽ ὑβρίσαι: ὁμοίως δὲ καὶ ἐπὶ τὰ ἄλλα τὰ τοιαῦτα.

εἰλημμένων δὲ τούτων, μετὰ ταῦτα λεκτέον ὅτι ἐπειδὴ δύο μέρη τῆς ψυχῆς, καὶ αἱ ἀρεταὶ κατὰ ταῦτα διῄρηνται, καὶ αἱ μὲν τοῦ λόγον ἔχοντος διανοητικαί, ὧν ἔργον [30] ἀλήθεια, περὶ τοῦ πῶς ἔχει περὶ γενέσεως, αἱ δὲ τοῦ ἀλόγου, ἔχοντος δ᾽ ὄρεξινοὐ γὰρ ὁτιοῦν μέρος ἔχει τῆς ψυχῆς ὄρεξιν, εἰ μεριστὴ ἐστίν), ἀνάγκη δὴ φαῦλον τὸ ἦθος καὶ σπουδαῖον εἶναι τῷ διώκειν καὶ φεύγειν ἡδονάς τινας καὶ λύπας. δῆλον δὲ τοῦτο ἐκ τῶν διαιρέσεων τῶν περὶ τὰ [35] πάθη καὶ τὰς δυνάμεις καὶ τὰς ἕξεις. αἱ μὲν γὰρ δυνάμεις καὶ αἱ ἕξεις τῶν παθημάτων, τὰ δὲ πάθη λύπῃ καὶ ἡδονῇ διώρισται: ὥστε διά τε ταῦτα καὶ διὰ τὰς ἔμπροσθεν θέσεις συμβαίνει πᾶσαν ἠθικὴν ἀρετὴν περὶ ἡδονὰς εἶναι καὶ λύπας. πᾶσα γὰρ ψυχὴ ὑφ᾽ οἵων πέφυκε γίνεσθαι [40] χείρων καὶ βελτίων, πρὸς ταῦτα καὶ περὶ ταῦτά ἐστιν ἡδονή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: