previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1244β]

σκεπτέον δὲ καὶ περὶ αὐταρκείας καὶ φιλίας, πῶς ἔχουσι πρὸς τὰς ἀλλήλων δυνάμεις. ἀπορήσειε γὰρ ἄν τις πότερον, εἴ τις εἴη κατὰ πάντα αὐτάρκης, ἔσται τούτῳ φίλος. εἰ κατ᾽ ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς [5] αὐταρκέστατος, εἰ μετ᾽ ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου; οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν: αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι. μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ: δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδ᾽ ἔσται αὐτῷ οὔτε μηθὲν [10] δεσπότου. ὥστε καὶ ἄνθρωπος εὐδαιμονέστατος ἥκιστα δεήσεται φίλου, ἀλλ᾽ καθ᾽ ὅσον ἀδύνατον εἶναι αὐτάρκη. ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλ᾽ ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ [15] συζῆν αἱρετῶν. ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα φίλος οὐδ᾽ ὠφελείας, ἀλλὰ δι᾽ ἀρετὴν φίλος μόνος. ὅταν γὰρ μηθενὸς ἐνδεεῖς ὦμεν, τότε τοὺς συναπλαυσομένους ζητοῦσι πάντες, καὶ τοὺς εὖ πεισομένους μᾶλλον τοὺς ποιήσοντας. ἀμείνω δ᾽ ἔχομεν [20] κρίσιν αὐτάρκεις ὄντες μετ᾽ ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων. περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν. δῆλον δὲ λαβοῦσι τί τὸ ζῆν τὸ κατ᾽ ἐνέργειαν, καὶ ὡς τέλος. φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι [25] καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν. ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ὄρεξις: τὸ γὰρ ζῆν δεῖ τιθέναι γνῶσιν τινά. εἰ οὖν τις ἀποτέμοι καὶ ποιήσειε τὸ γινώσκειν αὐτὸ [30] καθ᾽ αὑτὸ καὶ μὴἀλλὰ τοῦτο μὲν λανθάνει, ὥσπερ ἐν τῷ [31] λόγῳ γέγραπται, τῷ μέντοι πράγματι ἔστι μὴ λανθάνειν), οὐθὲν ἂν διαφέροι τὸ γινώσκειν ἄλλον ἀνθ᾽ αὑτοῦ: τὸ δ᾽ ὅμοιον τοῦ ζῆν ἀνθ᾽ αὑτοῦ ἄλλον. εὐλόγως δὴ τὸ ἑαυτοῦ αἰσθάνεσθαι καὶ γνωρίζειν αἱρετώτερον. δεῖ γὰρ ἅμα [35] συνθεῖναι δύο ἐν τῷ λόγῳ, ὅτι τε τὸ ζῆν καὶ αἱρετόν, καὶ ὅτι τὸ ἀγαθόν, καὶ ἐκ τούτων ὅτι τὸ αὐτὸ τοῖς ὑπάρχειν τὴν τοιαύτην φύσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: