Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας
' ἱστρίωνας ' Ῥωμαῖοι, καλοῦσιν;’
ἢ δι᾽
ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε;
φησὶ γὰρ ἐν τοῖς πάνυ παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου Στόλωνος ὑπατευόντων,
λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους: δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα τοῖς θεάτροις
Ἵστρον ὀνομάζεσθαι: καὶ διὰ τοῦτο πάντας
‘ἱστρίωνας ἀπ᾽’
ἐκείνου προσαγορεύεσθαι.