Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;’
πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς
οἰκειότητας καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι,
διδόντες ἑτέροις καὶ λαμβάνοντες παρ᾽ ἑτέρων γυναῖκας;
ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς τὰ φύσει δίκαια προσαπολλυούσας;
ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες δι᾽
ἀσθένειαν δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς
γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν;