Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
καίτοι καὶ ἐπιστολὰς ἔπεμψ᾽ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵν᾽ ἐξέλθητε: πώμαλα: οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητ᾽ ἂν ἐξελθεῖν, τηνικαῦτ᾽ ἐκάλει: οὐδ᾽ ἂν ἐμέ, ἡνίκα δεῦρ᾽ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν: οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθ᾽ ὑμεῖς ἐμέλλετ᾽ ἐξιέναι: ἀλλ᾽ ἵνα, ἃ ἐβούλεσθ᾽ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθ᾽ αὐτῷ, μηδ᾽ ἀμύναιντο μηδ᾽ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρ᾽ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλ᾽ ἀπογνόντες ἅπανθ᾽ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δ᾽ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.“Ἐπιστολαί”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.