previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[123] δὲ σὺν τούτοις ἔχων δύο καὶ εἴκοσι τέλη πεζῶν καὶ ἱππέας πολλοὺς ἐπῆρτο καὶ κρατήσειν ἐδόκει Σικελίας, πρόφασιν ἔχων, ὅτι πρῶτος ἐπιβαίη τῆς νήσου καὶ πλέονας πόλεις ἐπαγάγοιτο: ἔς τε τὰ φρούρια αὐτίκα περιέπεμπε τοὺς παρὰ τοῦ Καίσαρος ἐλευσομένους μὴ προσίεσθαι καὶ τὰ στενὰ πάντα ἐκρατύνετο. δὲ Καῖσαρ ἦλθε μὲν τῆς ἐπιούσης καὶ ἐμέμφετο τῷ Λεπίδῳ διὰ τῶν φίλων, οἳ σύμμαχον αὐτὸν ἔφασκον ἐλθεῖν Καίσαρι ἐς Σικελίαν, οὐχ ἑαυτῷ κατακτησόμενον αὐτὴν: δὲ ἀντενεκάλει τῆς προτέρας τάξεως ἀφῃρῆσθαι καὶ μόνον ἔχειν αὐτὴν Καίσαρα βουλομένῳ τε νῦν ἀντιδιδόναι Λιβύην καὶ Σικελίαν ὑπὲρ ἐκείνης. χαλεπαίνων δ᾽ Καῖσαρ ἦλθε μὲν καὶ αὐτὸς ὑπὸ ὀργῆς, ὀνειδιῶν τὸν Λέπιδον ἐς χαριστίαν, διαπειλησάμενοι δὲ ἀλλήλοις διέστησαν, καὶ αὐτίκα αἵ τε φυλακαὶ διεκρίθησαν καὶ αἱ νῆες ὥρμουν ἐπ᾽ ἀγκυρῶν: ἐλέχθη γὰρ αὐτὰς ἐπινοεῖν Λέπιδος ἐμπρῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: