previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[26] ἀλλὰ Πομπηίῳ μὲν ὑπὸ ἀφροσύνης οὐκ ἐπιχειρεῖν, ἀλλὰ ἀμύνεσθαι μόνον ἐδόκει, μέχρι καὶ τοῦδε ἥσσων ἐγένετο: ἐν δὲ Λιβύῃ Σέξστιος, ὕπαρχος Ἀντωνίου, παρεδεδώκει μὲν ἄρτι τὸν στρατόν, ὑπὸ Λευκίου κεκελευσμένος, Φάγγωνι τῷ Καίσαρος, ἐπισταλὲν αὖθις ἀναλαμβάνειν αὐτὸν οὐκ ἀποδιδόντι τῷ Φάγγωνι ἐπολέμει, συναγαγών τινας τῶν ἀπεστρατευμένων καὶ Λιβύων πλῆθος ἄλλο καὶ ἑτέρους παρὰ τῶν βασιλέων. ἡττηθέντων δὲ τῶν κερῶν ἑκατέρων καὶ ληφθέντων τῶν στρατοπέδων, Φάγγων ἡγούμενος ἐκ προδοσίας τάδε παθεῖν αὑτὸν διεχρήσατο. καὶ Λιβύης μὲν αὖθις Σέξστιος ἑκατέρας ἐκράτει: Βόκχον δὲ τὸν Μαυρουσίων βασιλέα Λεύκιος ἔπεισε πολεμεῖν Καρρίνα τῷ τὴν Ἰβηρίαν ἐπιτροπεύοντι τῷ Καίσαρι. Ἀηνόβαρβός τε ἑβδομήκοντα ναυσὶ καὶ στρατοῦ δύο τέλεσι καὶ τοξόταις καὶ σφενδονήταις τισὶ καὶ ψιλοῖς καὶ μονομάχοις περιπλέων τὸν Ἰόνιον ἐπόρθει τὰ τοῖς τρισὶν ἀνδράσιν ὑπήκοα, ἔς τε τὸ Βρεντέσιον ἐπιπλεύσας τῶν Καίσαρος τριήρων τὰς μὲν εἷλε, τὰς δὲ ἐνέπρησε, καὶ τοὺς Βρεντεσίους ἐς τὰ τείχη κατέκλεισε καὶ τὴν χώραν προυνόμευεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: