previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλ᾽ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδ᾽ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης: ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται: ἑτοίμως ἐφ᾽ ἕτερ᾽ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.

Λεπτίνη, σὲ δ᾽ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρ᾽ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθ᾽ ἅπασι δῆλον ὡς ἐφ᾽ ἑκάτερον ταῦτα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: