previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δ᾽ ἐπαγγελλομένου, ἐὰν μετ᾽ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα [p. 675] τὰ πάντων αἴσχιστ᾽ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδ᾽ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι: καὶ ταῦτ᾽ οὔσης ἀνάγκης, ἐν καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ἄνδρες Ἀθηναῖοι, καθ᾽ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης μὴ δεῖ συμβουλεύων, Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: