previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀφαιρεθέντα δυσχερανεῖν. εἰ δ᾽ ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστ᾽ εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθ᾽ ὧν οὐκ ἄν ποτ᾽ αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθ᾽ ὑφ᾽ ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφ᾽ ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτ᾽ ἴσως ἠνέσχου, ἀλλ᾽ ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ: [p. 691] σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος δι᾽ ὧν νομοθετεῖς καθιστὰς, ἔπειτ᾽ οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, καὶ δέδωκεν ἀφελόμενος τίν᾽ οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν;

ἐχρῆν τοίνυν ἡμᾶς, ἄνδρες Ἀθηναῖοι, ἐχρῆν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: