εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθ᾽ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ,
φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος
αὐτῆς οὔποτ᾽ ὀλεῖται: ἧς οὔτ᾽ οὖν τινές πω τῶν πάντων
οὐδ᾽ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθ᾽ ἡμεῖς
κίνδυνον πώποθ᾽ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ
καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ
πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς δι᾽ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπ᾽ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ δι᾽ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι
καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι: σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.