καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης
μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. [p. 654]
ἀλλ᾽ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ
ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην
ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς
ἀξιοῦσθαι. ἄλλως δὲ οὐδ᾽ ἀνάξιος πώποτ᾽ οὐδεὶς, ὡς
ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδ᾽ ἐγγὺς, ἀλλ᾽ ὅστις τὰ πρὸς
ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ
τοιούτους μάλισθ᾽ ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ
τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη: κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ
σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστ᾽ ἀνάξιός ἐστ᾽ οὐδεὶς,
ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλ᾽ εἰ καὶ τὰ
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.