χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης
ὡς τὰ τοιαῦθ᾽ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.
καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω
καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι
μὲν ἀρετὴν, τοὺς δ᾽ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θ᾽ ὁτιοῦν. εἰ
μὲν οὖν τήν γ᾽ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν,
καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδ᾽ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ
τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν
οὐκ ἔχω. οὐδὲ γὰρ οὔτ᾽ ἀρετὴ τοῦθ᾽ ὅπερ ἐστὶ, δόξει
μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστ᾽
εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.