ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει: ἔπειθ᾽
ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφ᾽ ὃν τύμπανα
καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτ᾽ ἔδει καλεῖν, [p. 690]
ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην
ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστ᾽ ἐχρῆν;
ἡδέως δ᾽ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν
παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτ᾽ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην
εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ
οἶδ᾽ ὅτου χάριν εἰλήφεις: οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν
μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω
μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.