previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

ὑποκείσθω δὴ ἡμῖν εἶναι τὴν ἡδονὴν κίνησίν τινα τῆς ψυχῆς καὶ κατάστασιν ἀθρόαν καὶ αἰσθητὴν εἰς τὴν ὑπάρχουσαν
φύσιν, λύπην δὲ τοὐναντίον. [2] εἰ δ᾽ ἐστὶν ἡδονὴ τὸ τοιοῦτον,
δῆλον ὅτι καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς εἰρημένης διαθέσεως, τὸ δὲ φθαρτικὸν τῆς ἐναντίας καταστάσεως ποιητικὸν λυπηρόν. [3] ἀνάγκη οὖν ἡδὺ εἶναι τό τε εἰς τὸ κατὰ φύσιν ἰέναι ὡς ἐπὶ τὸ πολύ, καὶ μάλιστα ὅταν ἀπειληφότα
τὴν ἑαυτῶν φύσιν τὰ κατ᾽ αὐτὴν γιγνόμενα, καὶ τὰ ἔθηκαὶ γὰρ τὸ εἰθισμένον ὥσπερ πεφυκὸς ἤδη γίγνεται: ὅμοιον γάρ τι τὸ ἔθος τῇ φύσει: ἐγγὺς γὰρ καὶ τὸ πολλάκις τῷ ἀεί, ἔστιν δ᾽ μὲν φύσις τοῦ ἀεί, τὸ δὲ ἔθος τοῦ πολλάκις), [4] καὶ τὸ μὴ βίαιονπαρὰ φύσιν γὰρ βία, διὸ τὸ
ἀναγκαῖον λυπηρόν, καὶ ὀρθῶς εἴρηταιπᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν ἔφυ),

Evenus fr. 8 τὰς δ᾽ ἐπιμελείας καὶ τὰς σπουδὰς καὶ τὰς συντονίας λυπηράς: ἀναγκαῖα γὰρ καὶ βίαια ταῦτα, ἐὰν μὴ ἐθισθῶσιν: οὕτω δὲ τὸ ἔθος ποιεῖ ἡδύ. τὰ δ᾽ ἐναντία ἡδέα: διὸ αἱ ῥαθυμίαι καὶ αἱ
ἀπονίαι καὶ αἱ ἀμέλειαι καὶ αἱ παιδιαὶ καὶ αἱ ἀναπαύσεις καὶ ὕπνος τῶν ἡδέων: οὐδὲν γὰρ πρὸς ἀνάγκην τούτων. [5] καὶ οὗ ἂν ἐπιθυμία ἐνῇ, ἅπαν ἡδύ: γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ὄρεξις. τῶν δὲ ἐπιθυμιῶν αἱ μὲν ἄλογοί εἰσιν αἱ δὲ μετὰ λόγου. λέγω δὲ ἀλόγους ὅσας μὴ ἐκ τοῦ
ὑπολαμβάνειν ἐπιθυμοῦσινεἰσὶν δὲ τοιαῦται ὅσαι εἶναι λέγονται φύσει, ὥσπερ αἱ διὰ τοῦ σώματος ὑπάρχουσαι, οἷον τροφῆς δίψα καὶ πεῖνα, καὶ καθ᾽ ἕκαστον εἶδος τροφῆς εἶδος ἐπιθυμίας, καὶ αἱ περὶ τὰ γευστὰ καὶ ἀφροδίσια καὶ ὅλως τὰ ἁπτά, καὶ περὶ ὀσμὴν εὐωδίας καὶ ἀκοὴν καὶ
ὄψιν), μετὰ λόγου δὲ ὅσας ἐκ τοῦ πεισθῆναι ἐπιθυμοῦσιν: πολλὰ γὰρ καὶ θεάσασθαι καὶ κτήσασθαι ἐπιθυμοῦσιν ἀκούσαντες καὶ πεισθέντες. [6] ἐπεὶ δ᾽ ἐστὶν τὸ ἥδεσθαι ἐν τῷ αἰσθάνεσθαί τινος πάθους, δὲ φαντασία ἐστὶν αἴσθησίς τις ἀσθενής, ἀεὶ ἐν τῷ μεμνημένῳ καὶ τῷ ἐλπίζοντι ἀκολουθοῖ
ἂν φαντασία τις οὗ μέμνηται ἐλπίζει: εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ ἡδοναὶ ἅμα μεμνημένοις καὶ ἐλπίζουσιν, ἐπείπερ καὶ αἴσθησις: [7] ὥστ᾽ ἀνάγκη πάντα τὰ ἡδέα ἐν τῷ αἰσθάνεσθαι εἶναι παρόντα ἐν τῷ μεμνῆσθαι γεγενημένα ἐν τῷ ἐλπίζειν μέλλοντα: αἰσθάνονται μὲν γὰρ τὰ παρόντα,
μέμνηνται δὲ τὰ γεγενημένα, ἐλπίζουσι δὲ τὰ μέλλοντα. [8]
τὰ μὲν οὖν μνημονευτὰ ἡδέα ἐστὶν οὐ μόνον ὅσα ἐν τῷ παρόντι, ὅτε παρῆν, ἡδέα ἦν, ἀλλ᾽ ἔνια καὶ οὐχ ἡδέα, ἂν ὕστερον καλὸν καὶ ἀγαθὸν τὸ μετὰ τοῦτο: ὅθεν καὶ τοῦτ᾽ εἴρηται, “ἀλλ᾽ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων,

Eur. fr. 133
καὶμετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ
μνημένος ὅστις πολλὰ πάθῃ καὶ πολλὰ ἐόργῃ:

Hom. Od. 15.400-401 [9] τούτου δ᾽ αἴτιον ὅτι ἡδὺ καὶ τὸ μὴ ἔχειν κακόν: τὰ δ᾽ ἐν ἐλπίδι ὅσα παρόντα εὐφραίνειν ὠφελεῖν φαίνεται μεγάλα, καὶ ἄνευ λύπης ὠφελεῖν. ὅλως δὲ ὅσα παρόντα εὐφραίνει, καὶ
ἐλπίζοντας καὶ μεμνημένους ὡς ἐπὶ τὸ πολύ: διὸ καὶ τὸ ὀργίζεσθαι ἡδύ, ὥσπερ καὶ Ὅμηρος ἐποίησε περὶ τοῦ θυμοῦὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

Hom. Il. 18.109οὐθεὶς γὰρ ὀργίζεται τῷ ἀδυνάτῳ φαινομένῳ τιμωρίας τυχεῖν, τοῖς δὲ πολὺ ὑπὲρ αὑτοὺς τῇ δυνάμει οὐκ ὀργίζονται
ἧττον): [10] καὶ ἐν ταῖς πλείσταις ἐπιθυμίαις ἀκολουθεῖ τις ἡδονή: γὰρ μεμνημένοι ὡς ἔτυχον ἐλπίζοντες ὡς τεύξονται χαίρουσίν τινα ἡδονήν, οἷον οἵ τ᾽ ἐν τοῖς πυρετοῖς ἐχόμενοι ταῖς δίψαις καὶ μεμνημένοι ὡς ἔπιον καὶ ἐλπίζοντες πιεῖσθαι χαίρουσιν, [11] καὶ οἱ ἐρῶντες καὶ διαλεγόμενοι καὶ γράφοντες
καὶ ποιοῦντές τι ἀεὶ περὶ τοῦ ἐρωμένου χαίρουσιν: ἐν ἅπασι γὰρ τοῖς τοιούτοις μεμνημένοι οἷον αἰσθάνεσθαι οἴονται τοῦ ἐρωμένου. καὶ ἀρχὴ δὲ τοῦ ἔρωτος αὕτη γίγνεται πᾶσιν, ὅταν μὴ μόνον παρόντος χαίρωσιν ἀλλὰ καὶ ἀπόντος μεμνημένοις ἐρῶσιν λύπη προσγένηται τῷ μὴ παρεῖναι,
καὶ ἐν πένθεσι καὶ θρήνοις ὡσαύτως ἐπιγίγνεταί τις ἡδονή: [12] μὲν γὰρ λύπη ἐπὶ τῷ μὴ ὑπάρχειν, ἡδονὴ δ᾽ ἐν τῷ μεμνῆσθαι καὶ ὁρᾶν πως ἐκεῖνον καὶ ἔπραττεν καὶ οἷος ἦν: διὸ καὶ τοῦτ᾽ εἰκότως εἴρηταιὧς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.

Hom. Il. 23.108, Od. 4.183 [13]
καὶ τὸ τιμωρεῖσθαι ἡδύ. οὗ γὰρ τὸ μὴ τυγχάνειν λυπηρόν, τὸ τυγχάνειν ἡδύ: οἱ δ᾽ ὀργιζόμενοι λυποῦνται ἀνυπερβλήτως μὴ τιμωρούμενοι, ἐλπίζοντες δὲ χαίρουσιν. [14] καὶ τὸ νικᾶν ἡδύ, οὐ μόνον τοῖς φιλονίκοις ἀλλὰ πᾶσιν: φαντασία γὰρ ὑπεροχῆς γίγνεται, οὗ πάντες ἔχουσιν ἐπιθυμίαν ἠρέμα μάλα. [15] ἐπεὶ
δὲ τὸ νικᾶν ἡδύ, ἀνάγκη καὶ τὰς παιδιὰς ἡδείας εἶναι τὰς μαχητικὰς καὶ τὰς ἐριστικάς
πολλάκις γὰρ ἐν ταύταισγίγνεται τὸ νικᾶν), καὶ ἀστραγαλίσεις καὶ σφαιρίσεις καὶ κυβείας καὶ πεττείας. καὶ περὶ τὰς ἐσπουδασμένας δὲ παιδιὰς ὁμοίως: αἱ μὲν γὰρ ἡδεῖαι γίγνονται ἄν τις
συνήθης, αἱ δ᾽ εὐθὺς ἡδεῖαι, οἷον κυνηγία καὶ πᾶσα θηρευτική: ὅπου γὰρ ἅμιλλα, ἐνταῦθα καὶ νίκη ἔστιν: διὸ καὶ δικανικὴ καὶ ἐριστικὴ ἡδέα τοῖς εἰθισμένοις καὶ δυναμένοις. [16] καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτος οἷος σπουδαῖος,
καὶ μᾶλλον ὅταν φῶσιν οὓς οἴεται ἀληθεύειν. τοιοῦτοι δ᾽ οἱ ἐγγὺς μᾶλλον τῶν πόρρω, καὶ οἱ συνήθεις καὶ οἱ πολῖται τῶν ἄπωθεν, καὶ οἱ ὄντες τῶν μελλόντων, καὶ οἱ φρόνιμοι ἀφρόνων, καὶ πολλοὶ ὀλίγων: μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους τῶν ἐναντίων: ἐπεὶ ὧν τις πολὺ
καταφρονεῖ, ὥσπερ παιδίων θηρίων, οὐδὲν μέλει τῆς τούτων τιμῆς τῆς δόξης αὐτῆς γε τῆς δόξης χάριν, ἀλλ᾽ εἴπερ, δι᾽ ἄλλο τι. [17] καὶ φίλος τῶν ἡδέων: τό τε γὰρ φιλεῖν ἡδύοὐδεὶς γὰρ φίλοινος μὴ χαίρων οἴνῳκαὶ τὸ φιλεῖσθαι ἡδύ: φαντασία γὰρ καὶ ἐνταῦθα τοῦ ὑπάρχειν
αὐτῷ τὸ ἀγαθὸν εἶναι, οὗ πάντες ἐπιθυμοῦσιν οἱ αἰσθανόμενοι: τὸ δὲ φιλεῖσθαι ἀγαπᾶσθαί ἐστιν αὐτὸν δι᾽ αὑτόν. [18] καὶ τὸ θαυμάζεσθαι ἡδὺ διὰ τὸ αὐτὸ τῷ τιμᾶσθαι. καὶ τὸ κολακεύεσθαι καὶ κόλαξ ἡδέα: φαινόμενος γὰρ θαυμαστὴς καὶ φαινόμενος φίλος κόλαξ ἐστίν. [19] καὶ τὸ ταὐτὰ πράττειν
πολλάκις ἡδύ: τὸ γὰρ σύνηθες ἡδὺ ἦν. [20] καὶ τὸ μεταβάλλειν ἡδύ: εἰς φύσιν γὰρ γίγνεται τὸ μεταβάλλειν: τὸ γὰρ αὐτὸ ἀεὶ ὑπερβολὴν ποιεῖ τῆς καθεστώσης ἕξεως, ὅθεν εἴρηταιμεταβολὴ πάντων γλυκύ.

Eur. Orest. 234 διὰ τοῦτο γὰρ καὶ τὰ διὰ χρόνου ἡδέα ἐστίν, καὶ ἄνθρωποι καὶ
πράγματα: μεταβολὴ γὰρ ἐκ τοῦ παρόντος ἐστίν, ἅμα δὲ καὶ σπάνιον τὸ διὰ χρόνου. [21] καὶ τὸ μανθάνειν καὶ τὸ θαυμάζειν ἡδὺ ὡς ἐπὶ τὸ πολύ: ἐν μὲν γὰρ τῷ θαυμάζειν τὸ ἐπιθυμεῖν μαθεῖν ἐστιν, ὥστε τὸ θαυμαστὸν ἐπιθυμητόν, ἐν δὲ τῷ μανθάνειν τὸ εἰς τὸ κατὰ φύσιν καθίστασθαι. [22] καὶ τὸ εὖ ποιεῖν καὶ τὸ
εὖ πάσχειν τῶν ἡδέων: τὸ μὲν γὰρ εὖ πάσχειν τυγχάνειν ὧν ἐπιθυμοῦσι,
τὸ δὲ εὖ ποιεῖν ἔχειν καὶ ὑπερέχειν, ὧν ἀμφοτέρων ἐφίενται. διὰ δὲ τὸ ἡδὺ εἶναι τὸ εὐποιητικόν, καὶ τὸ ἐπανορθοῦν ἡδὺ τοῖς ἀνθρώποις ἐστὶν τοὺς πλησίον, καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν. [23] ἐπεὶ δὲ τὸ μανθάνειν
τε ἡδὺ καὶ τὸ θαυμάζειν, καὶ τὰ τοιάδε ἀνάγκη ἡδέα εἶναι, οἷον τό τε μιμούμενον, ὥσπερ γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ποιητική, καὶ πᾶν ἂν εὖ μεμιμημένον , κἂν μὴ ἡδὺ αὐτὸ τὸ μεμιμημένον: οὐ γὰρ ἐπὶ τούτῳ χαίρει, ἀλλὰ συλλογισμὸς ἔστιν ὅτι τοῦτο ἐκεῖνο, ὥστε
μανθάνειν τι συμβαίνει. [24] καὶ αἱ περιπέτειαι καὶ τὸ παρὰ μικρὸν σώζεσθαι ἐκ τῶν κινδύνων: πάντα γὰρ θαυμαστὰ ταῦτα. [25] καὶ ἐπεὶ τὸ κατὰ φύσιν ἡδύ, τὰ συγγενῆ δὲ κατὰ φύσιν ἀλλήλοις ἐστίν, πάντα τὰ συγγενῆ καὶ ὅμοια ἡδέα ὡς ἐπὶ τὸ πολύ, οἷον ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ
καὶ νέος νέῳ, ὅθεν καὶ αἱ παροιμίαι εἴρηνται, ὡςἧλιξ ἥλικα τέρπει”, καὶὡς αἰεὶ τὸν ὁμοῖον”, καὶἔγνω δὲ θὴρ θῆρα”, “καὶ γὰρ κολοιὸς παρὰ κολοιόν”, καὶ ὅσα ἄλλα τοιαῦτα. [26]

ἐπεὶ δὲ τὸ ὅμοιον καὶ τὸ συγγενὲς ἑαυτῷ ἡδὺ ἅπαν, μάλιστα δὲ αὐτὸς πρὸς ἑαυτὸν ἕκαστος τοῦτο πέπονθεν, ἀνάγκη
πάντας φιλαύτους εἶναι μᾶλλον ἧττον: πάντα γὰρ τὰ τοιαῦτα ὑπάρχει πρὸς αὑτὸν μάλιστα. ἐπεὶ δὲ φίλαυτοι πάντες, καὶ τὰ αὑτῶν ἀνάγκη ἡδέα εἶναι πᾶσιν, οἷον ἔργα καὶ λόγους: διὸ καὶ φιλοκόλακες ὡς ἐπὶ τὸ πολὺ καὶ φιλερασταὶ καὶ φιλόμαιμοι καὶ φιλότεκνοι: αὐτῶν γὰρ
ἔργον τὰ τέκνα. καὶ τὸ τὰ ἐλλιπῆ ἐπιτελεῖν ἡδύ: [27] αὐτῶν γὰρ ἔργον ἤδη γίγνεται. καὶ ἐπεὶ τὸ ἄρχειν ἥδιστον, καὶ τὸ σοφὸν δοκεῖν εἶναι ἡδύ: ἀρχικὸν γὰρ τὸ φρονεῖν, ἔστιν δ᾽ σοφία πολλῶν καὶ θαυμαστῶν ἐπιστήμη. ἔτι ἐπεὶ φιλότιμοι ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη καὶ τὸ ἐπιτιμᾶν τοῖς πέλας
ἡδὺ εἶναι καὶ τὸ ἄρχειν, [28] καὶ τὸ ἐν δοκεῖ βέλτιστος αὐτὸς αὑτοῦ εἶναι, ἐνταῦθα διατρίβειν, ὥσπερ καὶ ποιητής φησι κἀπὶ τοῦτ᾽ ἐπείγει, “νέμων ἑκάστης ἡμέρας πλεῖστον μέρος,
ἵν᾽ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν.

Eur. fr. 183 [29]
ὁμοίως δὲ καὶ ἐπεὶ παιδιὰ τῶν ἡδέων καὶ πᾶσα ἄνεσις, καὶ γέλως τῶν ἡδέων, ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, καὶ ἀνθρώπους καὶ λόγους καὶ ἔργα:
διώρισται δὲ περὶ γελοίων χωρὶς ἐν τοῖς περὶ ποιητικῆς. περὶ μὲν οὖν ἡδέων εἰρήσθω ταῦτα, τὰ δὲ λυπηρὰ ἐκ τῶν ἐναντίων τούτοις φανερά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (6 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.113
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: