previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

περὶ δὲ τῶν ἀτέχνων καλουμένων πίστεων ἐχόμενόν ἐστι τῶν εἰρημένων ἐπιδραμεῖν: ἴδιαι γὰρ αὗται τῶν δικανικῶν. [2] εἰσὶν δὲ πέντε τὸν ἀριθμόν, νόμοι, μάρτυρες, συνθῆκαι,
βάσανοι, ὅρκοι. [3] πρῶτον μὲν οὖν περὶ νόμων εἴπωμεν, πῶς χρηστέον καὶ προτρέποντα καὶ ἀποτρέποντα καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον. [4] φανερὸν γὰρ ὅτι, ἐὰν μὲν ἐναντίος γεγραμμένος τῷ πράγματι, τῷ κοινῷ χρηστέον καὶ τοῖς ἐπιεικεστέροις καὶ δικαιοτέροις. [5] καὶ ὅτι τὸγνώμῃ
τῇ ἀρίστῃτοῦτ᾽ ἐστίν, τὸ μὴ παντελῶς χρῆσθαι τοῖς γεγραμμένοις. [6] καὶ ὅτι τὸ μὲν ἐπιεικὲς ἀεὶ μένει καὶ οὐδέποτε μεταβάλλει, οὐδ᾽ κοινόςκατὰ φύσιν γάρ ἐστιν), οἱ δὲ γεγραμμένοι πολλάκις, ὅθεν εἴρηται τὰ ἐν τῇ Σοφοκλέους Ἀντιγόνῃ: ἀπολογεῖται γὰρ ὅτι ἔθαψε παρὰ τὸν τοῦ Κρέοντος
νόμον, ἀλλ᾽ οὐ παρὰ τὸν ἄγραφον,
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτε ...
ταῦτ᾽ οὖν ἐγὼ οὐκ ἔμελλον ἀνδρὸς οὐδενός ...

Soph. Ant. 456, 458 [7] καὶ ὅτι τὸ δίκαιόν ἐστιν ἀληθές τε καὶ συμφέρον, ἀλλ᾽ οὐ τὸ δοκοῦν, ὥστ᾽ οὐ νόμος γεγραμμένος: οὐ γὰρ ποιεῖ τὸ
ἔργον τὸ τοῦ νόμου. καὶ ὅτι ὥσπερ ἀργυρογνώμων κριτής ἐστιν, ὅπως διακρίνῃ τὸ κίβδηλον δίκαιον καὶ τὸ ἀληθές. [8] καὶ ὅτι βελτίονος ἀνδρὸς τὸ τοῖς ἀγράφοις τοῖς γεγραμμένοις χρῆσθαι καὶ ἐμμένειν. [9] καὶ εἴ που ἐναντίος νόμῳ εὐδοκιμοῦντι καὶ αὐτὸς αὑτῷ, οἷον ἐνίοτε μὲν κελεύει
κύρια εἶναι ἅττ᾽ ἂν συνθῶνται, δ᾽ ἀπαγορεύει μὴ συντίθεσθαι παρὰ τὸν νόμον. [10] καὶ εἰ ἀμφίβολος, ὥστε στρέφειν καὶ ὁρᾶν ἐπὶ ποτέραν τὴν ἀγωγὴν τὸ δίκαιον ἐφαρμόσει τὸ συμφέρον, εἶτα τούτῳ χρῆσθαι. [11] καὶ εἰ τὰ μὲν πράγματα ἐφ᾽ οἷς ἐτέθη νόμος μηκέτι μένει, δὲ νόμος,
πειρατέον τοῦτο δηλοῦν καὶ μάχεσθαι ταύτῃ πρὸς τὸν νόμον. [12] ἐὰν δὲ γεγραμμένος πρὸς τὸ πρᾶγμα, τό τεγνώμῃ τῇ ἀρίστῃλεκτέον ὅτι οὐ τοῦ παρὰ τὸν νόμον ἕνεκα δικάζειν ἐστίν, ἀλλ᾽ ἵνα, ἐὰν ἀγνοήσῃ τί λέγει νόμος, μὴ ἐπιορκῇ. καὶ ὅτι οὐ τὸ ἁπλῶς ἀγαθὸν αἱρεῖται οὐδείς, ἀλλὰ τὸ αὑτῷ.
καὶ ὅτι οὐδὲν διαφέρει μὴ κεῖσθαι μὴ χρῆσθαι. καὶ ὅτι ἐν ταῖς ἄλλαις τέχναις οὐ λυσιτελεῖ παρασοφίζεσθαι τὸν ἰατρόν: οὐ γὰρ τοσοῦτο βλάπτει ἁμαρτία τοῦ ἰατροῦ ὅσον τὸ ἐθίζεσθαι ἀπειθεῖν τῷ ἄρχοντι. καὶ ὅτι τὸ τῶν νόμων σοφώτερον ζητεῖν εἶναι, τοῦτ᾽ ἐστὶν ἐν τοῖς ἐπαινουμένοις νόμοις
ἀπαγορεύεται. καὶ περὶ μὲν τῶν νόμων οὕτως διωρίσθω: [13] περὶ δὲ μαρτύρων, μάρτυρές εἰσιν διττοί, οἱ μὲν παλαιοὶ οἱ δὲ πρόσφατοι, καὶ τούτων οἱ μὲν μετέχοντες τοῦ κινδύνου οἱ δ᾽ ἐκτός. λέγω δὲ παλαιοὺς μὲν τούς τε ποιητὰς καὶ ὅσων ἄλλων γνωρίμων εἰσὶν κρίσεις φανεραί, οἷον Ἀθηναῖοι
Ὁμήρῳ μάρτυρι ἐχρήσαντο περὶ Σαλαμῖνος, καὶ Τενέδιοι ἔναγχος Περιάνδρῳ τῷ Κορινθίῳ πρὸς Σιγειεῖς, καὶ Κλεοφῶν κατὰ Κριτίου τοῖς Σόλωνος ἐλεγείοις ἐχρήσατο, λέγων ὅτι πάλαι ἀσελγὴς οἰκία: οὐ γὰρ ἄν ποτε ἐποίησε Σόλωνεἰπεῖν μοι Κριτίᾳ πυρρότριχι πατρὸς ἀκούειν.

Solon fr. 22 [14]
περὶ μὲν οὖν τῶν γενομένων οἱ τοιοῦτοι μάρτυρες,
περὶ δὲ τῶν ἐσομένων καὶ οἱ χρησμολόγοι, οἷον Θεμιστοκλῆς ὅτι ναυμαχητέον, τὸ ξύλινον τεῖχος λέγων. ἔτι καὶ αἱ παροιμίαι, ὥσπερ εἴρηται, μαρτύριά εἰσιν, οἷον εἴ τις συμβουλεύει μὴ ποιεῖσθαι φίλον γέροντα, τούτῳ μαρτυρεῖ παροιμία,
μήποτ᾽ εὖ ἔρδειν γέροντα,

καὶ τὸ τοὺς υἱοὺς ἀναιρεῖν ὧν καὶ τοὺς πατέρας, “νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.

[15] πρόσφατοι δὲ ὅσοι γνώριμοί τι κεκρίκασιν: χρήσιμοι γὰρ αἱ τούτων κρίσεις τοῖς περὶ τῶν αὐτῶν ἀμφισβητοῦσιν, οἷον Εὔβουλος
ἐν τοῖς δικαστηρίοις ἐχρήσατο κατὰ Χάρητος Πλάτων εἶπε πρὸς Ἀρχίβιον, ὅτι ἐπιδέδωκεν ἐν τῇ πόλει τὸ ὁμολογεῖνπονηροὺς εἶναι. [16] καὶ οἱ μετέχοντες τοῦ κινδύνου, ἂν δόξωσι ψεύδεσθαι. οἱ μὲν οὖν τοιοῦτοι τούτων μόνον μάρτυρές εἰσιν, εἰ γέγονεν μή, εἰ ἔστιν μή, περὶ δὲ τοῦ ποῖον οὐ μάρτυρες,
οἷον εἰ δίκαιον ἄδικον, εἰ συμφέρον ἀσύμφορον: [17] οἱ δ᾽ ἄπωθεν περὶ τούτων πιστότεροι, πιστότατοι δ᾽ οἱ παλαιοί: ἀδιάφθοροι γάρ.

πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρας μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτ᾽ ἐστὶ τὸγνώμῃ τῇ ἀρίστῃ”, καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι
τὰ εἰκότα ἐπὶ ἀργυρίῳ, καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυριῶν: ἔχοντι δὲ πρὸς μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα, καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι. [18]

εἰσὶ δὲ αἱ μαρτυρίαι αἱ μὲν περὶ αὑτοῦ αἱ δὲ περὶ τοῦ ἀμφισβητοῦντος, καὶ αἱ
μὲν περὶ τοῦ πράγματος αἱ δὲ περὶ τοῦ ἤθους, ὥστε φανερὸν ὅτι οὐδέποτ᾽ ἔστιν ἀπορῆσαι μαρτυρίας χρησίμης: εἰ μὴ γὰρ κατὰ τοῦ πράγματος αὑτῷ ὁμολογουμένης τῷ ἀμφισβητοῦντι ἐναντίας, ἀλλὰ περὶ τοῦ ἤθους αὑτοῦ εἰς ἐπιείκειαν τοῦ ἀμφισβητοῦντος εἰς φαυλότητα. [19] τὰ δ᾽ ἄλλα περὶ
μάρτυρος, φίλου ἐχθροῦ μεταξύ, εὐδοκιμοῦντος ἀδοξοῦντος μεταξύ, καὶ ὅσαι ἄλλαι τοιαῦται διαφοραί, ἐκ τῶν αὐτῶν τόπων λεκτέον ἐξ οἵων περ καὶ τὰ ἐνθυμήματα λέγομεν. [20]

περὶ δὲ τῶν συνθηκῶν τοσαύτη τῶν λόγων χρῆσίς ἐστιν ὅσον αὔξειν καθαιρεῖν, πιστὰς ποιεῖν ἀπίστους
ἐὰν μὲν αὐτῷ ὑπάρχωσι, πιστὰς καὶ κυρίας, ἐπὶ δὲ τοῦ ἀμφισβητοῦντος τοὐναντίον. [21] πρὸς μὲν οὖν τὸ πιστὰς ἀπίστους κατασκευάζειν οὐδὲν διαφέρει τῆς περὶ τοὺς μάρτυρας πραγματείας: ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ ἐπιγεγραμμένοι
φυλάττοντες, τοιούτως αἱ συνθῆκαι πισταί εἰσιν. ὁμολογουμένης δ᾽ εἶναι τῆς συνθήκης, οἰκείας μὲν οὔσης αὐξητέον: γὰρ συνθήκη νόμος ἐστὶν ἴδιος καὶ κατὰ μέρος, καὶ αἱ μὲν συνθῆκαι οὐ ποιοῦσι τὸν νόμον κύριον, οἱ δὲ νόμοι τὰς κατὰ νόμους συνθήκας, καὶ ὅλως αὐτὸς
νόμος συνθήκη τίς ἐστιν, ὥστε ὅστις ἀπιστεῖ ἀναιρεῖ συνθήκην τοὺς νόμους ἀναιρεῖ. [22] ἔτι δὲ πράττεται τὰ πολλὰ τῶν συναλλαγμάτων καὶ τὰ ἑκούσια κατὰ συνθήκας, ὥστε ἀκύρων γιγνομένων ἀναιρεῖται πρὸς ἀλλήλους χρεία τῶν ἀνθρώπων. καὶ τἆλλα δὲ ὅσα ἁρμόττει ἐπιπολῆς ἰδεῖν ἔστιν. [23]
ἂν δ᾽ ἐναντία , καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει: ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλ᾽ ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον. [24] εἶτα ὅτι τοῦ
δικαίου ἐστὶ βραβευτὴς δικαστής: οὔκουν τοῦτο σκεπτέον, ἀλλ᾽ ὡς δικαιότερον: [25] καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτ᾽ ἀπάτῃ οὔτ᾽ ἀνάγκῃπεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων. πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων
νόμων τῶν κοινῶν, καὶ τῶν γεγραμμένων τοῖς οἰκείοις τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἄλλαις συνθήκαις ὑστέραις προτέραις: γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δ᾽ αἱ πρότεραι, αἱ πρότεραι ὀρθαί, αἱ δ᾽ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν χρήσιμον. ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς
κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα: καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως. [26]

αἱ δὲ βάσανοι μαρτυρίαι τινές εἰσιν, ἔχειν δὲ δοκοῦσι τὸ πιστόν, ὅτι ἀνάγκη τις πρόσεστιν. οὔκουν χαλεπὸν οὐδὲ περὶ τούτων εἰπεῖν τὰ ἐνδεχόμενα, ἐξ ὧν ἐάν τε ὑπάρχωσιν οἰκεῖαι αὔξειν ἔστιν, ὅτι ἀληθεῖς μόναι τῶν μαρτυριῶν εἰσιν αὗται,
ἐάν τε ὑπεναντίαι ὦσι καὶ μετὰ τοῦ ἀμφισβητοῦντος, διαλύοι ἄν τις τἀληθῆ λέγων καθ᾽ ὅλου τοῦ γένους τῶν βασάνων: οὐδὲν γὰρ ἧττον ἀναγκαζόμενοι τὰ ψευδῆ λέγουσιν τἀληθῆ, καὶ διακαρτεροῦντες μὴ λέγειν τἀληθῆ, καὶ ῥᾳδίως καταψευδόμενοι
ὡς παυσόμενοι θᾶττον. δεῖ δὲ ἔχειν ἐπαναφέρειν ἐπὶ τοιαῦτα γεγενημένα παραδείγματα ἴσασιν οἱ κρίνοντες. δεῖ δὲ λέγειν ὡς οὐκ εἰσὶν ἀληθεῖς αἱ βάσανοι: πολλοὶ μὲν γὰρ παχύφρονες
οἱ καὶ λιθόδερμοι καὶ ταῖς ψυχαῖς ὄντες δυνατοὶ γενναίως
ἐγκαρτεροῦσι ταῖς ἀνάγκαις, οἱ δὲ δειλοὶ καὶ εὐλαβεῖς πρὸ τοῦ τὰς
ἀνάγκας ἰδεῖν αὐτῶν καταθαρροῦσιν, ὥστε οὐδὲν ἔστι πιστὸν ἐν
βασάνοις. [27]

περὶ δ᾽ ὅρκων τετραχῶς ἔστι διελεῖν: γὰρ δίδωσι καὶ λαμβάνει, οὐδέτερον, τὸ μὲν τὸ δ᾽ οὔ, καὶ τούτων δίδωσιν
μὲν οὐ λαμβάνει δέ, λαμβάνει μὲν δίδωσιν δὲ οὔ. ἔτι ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται οὗτος ὑπ᾽ αὐτοῦ ὑπ᾽ ἐκείνου. [28]

οὐ δίδωσιν μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσιν, καὶ ὅτι μὲν ὀμόσας οὐκ ἀποδίδωσιν, τοὺς δὲ μὴ ὀμόσαντος οἴεται καταδικάσειν, καὶ ὡς οὗτος κίνδυνος κρείττων, ἐν τοῖς δικασταῖς: τοῖς
μὲν γὰρ πιστεύει τῷ δ᾽ οὔ. [29]

οὐ λαμβάνει δ᾽, ὅτι ἀντὶ χρημάτων ὅρκος, καὶ ὅτι εἰ ἦν φαῦλος, κατωμόσατο ἄν: κρεῖττον γὰρ ἂν ἦν ἕνεκά του φαῦλον εἶναι μηδενός: ὀμόσας μὲν οὖν ἕξει, μὴ ὀμόσας δ᾽ οὔ: οὕτως δὲ δι᾽ ἀρετὴν ἂν εἴη, ἀλλ᾽ οὐ δι᾽ ἐπιορκίαν, τὸ μή. καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτιοὐκ
ἴση πρόκλησις αὕτη τἀσεβεῖ πρὸς εὐσεβῆ”, ἀλλ᾽ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι πληγῆναι προκαλέσαιτο. [30]

εἰ δὲ λαμβάνει, ὅτι πιστεύει αὑτῷ, ἐκείνῳ δ᾽ οὔ. καὶ τὸ τοῦ Ξενοφάνους μεταστρέψαντα φατέον οὕτως ἴσον εἶναι ἂν μὲν ἀσεβὴς διδῷ, δ᾽ εὐσεβὴς ὀμνύῃ: δεινόν τε τὸ μὴ θέλειν
αὐτόν, ὑπὲρ ὧν ἐκείνους ἀξιοῖ ὀμόσαντας δικάζειν. [31]

εἰ δὲ δίδωσιν, ὅτι εὐσεβὲς τὸ θέλειν τοῖς θεοῖς ἐπιτρέπειν, καὶ ὅτι οὐδὲν δεῖ αὐτὸν ἄλλων δικαστῶν δεῖσθαιαὐτοῖς γὰρ δίδωσι κρίσιν), [32] καὶ ὅτι ἄτοπον τὸ μὴ θέλειν ὀμνύναι περὶ ὧν ἄλλους ἀξιοῦσιν ὀμνύναι.

ἐπεὶ δὲ καθ᾽ ἕκαστον δῆλον ὅπως
λεκτέον, καὶ συνδυαζομένων πῶς λεκτέον δῆλον, οἷον εἰ αὐτὸς μὲν θέλει λαμβάνειν διδόναι δὲ μή, καὶ εἰ δίδωσι μὲν λαμβάνειν δὲ μὴ θέλει, καὶ εἰ λαμβάνειν καὶ διδόναι θέλει εἴτε μηδέτερον:
ἐκ γὰρ τῶν εἰρημένων ἀνάγκη συγκεῖσθαι, ὥστε καὶ τοὺς λόγους συγκεῖσθαι ἐκ τῶν εἰρημένων.

ἐὰν δὲ γεγενημένος ὑφ᾽ αὑτοῦ καὶ ἐναντίος, ὅτι οὐκ ἐπιορκία: ἑκούσιον γὰρ τὸ ἀδικεῖν, τὸ δ᾽ ἐπιορκεῖν
ἀδικεῖν ἐστι, τὰ δὲ βίᾳ καὶ ἀπάτῃ ἀκούσια. [33] ἐνταῦθα οὖν συνακτέον καὶ τὸ ἐπιορκεῖν, ὅτι ἔστι τὸ τῇ διανοίᾳ ἀλλ᾽ οὐ τῷ στόματι. ἐὰν δὲ τῷ ἀντιδίκῳ ὑπεναντίος καὶ ὀμωμοσμένος, ὅτι πάντα ἀναιρεῖ μὴ ἐμμένων οἷς ὤμοσεν: διὰ γὰρ τοῦτο καὶ τοῖς νόμοις χρῶνται ὀμόσαντες. καὶὑμᾶς μὲν ἀξιοῦσιν
ἐμμένειν οἷς ὀμόσαντες δικάζετε, αὐτοὶ δὲ οὐκ ἐμμένουσιν”. καὶ ὅσα ἂν ἄλλα αὔξων τις εἴπειεν. περὶ μὲν οὖν τῶν ἀτέχνων πίστεων εἰρήσθω τοσαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 644
    • Walter Leaf, Commentary on the Iliad (1900), 2.558
  • Cross-references from this page (1):
    • Sophocles, Antigone, 456,
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: