previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14.

ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ἀδικίας:
διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον Μελανώπου Καλλίστρατος κατηγόρει, ὅτι παρελογίσατο τρία ἡμιωβέλια ἱερὰ τοὺς ναοποιούς: ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον. ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει: γὰρ τρία ἡμιωβέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. ὁτὲ μὲν δὴ οὕτω
τὸ μεῖζον, ὁτὲ δ᾽ ἐκ τοῦ βλάβους κρίνεται. [2] καὶ οὗ μὴ ἔστιν ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων. καὶ οὗ μὴ ἔστιν ἴασις: χαλεπὸν γὰρκαὶ ἀδύνατον†. καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν τὸν παθόντα: ἀνίατον γάρ: γὰρ δίκη καὶ κόλασις καὶ ἴασις. [3] καὶ εἰ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκόλασεν:
ἔτι γὰρ μείζονι ποιήσας δίκαιος κολασθῆναι, οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφαξεν ἑαυτὸν ὑβρισθείς,
οὐ τιμήσειν ἔφη ἐλάττονος παθὼν ἑαυτῷ ἐτίμησεν. [4] καὶ μόνος πρῶτος μετ᾽ ὀλίγων πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν μέγα. καὶ δι᾽ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα,
οἷον ἐν Ἄργει ζημιοῦται δι᾽ ὃν ἂν νόμος τεθῇ καὶ δι᾽ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη. [5] καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ἐκ προνοίας μᾶλλον. καὶ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ὑπερβέβηκεν, οἷον
ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας: πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή. [6] καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες: ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφ᾽ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφ᾽ οὗ εὖ πέπονθεν: πλείω γὰρ ἀδικεῖ, ὅτι τε
κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ. [7] καὶ παρὰ τὰ ἄγραφα δίκαια: ἀμείνονος γὰρ μὴ δι᾽ ἀνάγκην δίκαιον εἶναι: τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δ᾽ ἄγραφα οὔ. ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα: γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια
ἀδικήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: