previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπείσθην καὶ ᾠχόμην: δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι [p. 140] μὲν ἂν εἶπες αὐτῆς τὸ πρόσωπον κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς. [2] Ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν ἀφροδίσιον: κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα. [3] Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές: δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπεν ἐμέ: οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον: τὴν γὰρ ψυχὴν πᾶσαν ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ. [4] δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται: ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν: δὲ τοῦ κάλλους ἀπορροὴ δἰ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν. [5] Λέγω δὴ πρὸς αὐτὴν συνεὶςἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ̓ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν:’ δὲποῖον γὰρ ὄψονἔφημοι πολυτελέστερον ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;’ καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα: εἶτα διασχοῦσα εἶπεναὕτη μοι τροφή.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: