‘ [12] Καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ̓ ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη: ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ̓ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε. ’