‘ [6] λύσει τὸ πρότερον.’ ‘Ἀλλὰ σοὶ μὲν’ ἔφην ‘ἀγαθὰ γένοιτο τῆς διακονίας: τὸν δ̓ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.’ Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω ‘εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;’ ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.