Ταῦθ̓ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη: καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν: ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν ὁ ἵππος ἄστρωτος καὶ οὐκ εἶχε φάλαρα: τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ ‘εἴ τις’ ἔφη ‘παρθένος ἐστὶν ἐν [p. 99] τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον ’