Ὁ δ̓ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ̓ ὅσον ἀμφοῖν εἷς πατήρ: αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ: πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ: ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει.
”