Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος [p. 42] ἔτυχε ταῖς γυναιξίν: ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ.